Lueur.org - Un éclairage sur la foi

Comparer

Jacques 2

TR1550 1 ἀδελφοί μου μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῆς δόξης

TR1550 2 ἐὰν γὰρ εἰσέλθῃ εἰς τήν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι

TR1550 3 καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε αὐτῷ σὺ κάθου ὧδε καλῶς καὶ τῷ πτωχῷ εἴπητε σὺ στῆθι ἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου

TR1550 4 καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν

TR1550 5 ἀκούσατε ἀδελφοί μου ἀγαπητοί οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου τούτου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἡς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν

TR1550 6 ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια

TR1550 7 οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς

TR1550 8 εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν καλῶς ποιεῖτε

TR1550 9 εἰ δὲ προσωποληπτεῖτε ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται

TR1550 10 ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει πταίσει δὲ ἐν ἑνί γέγονεν πάντων ἔνοχος

TR1550 11 ὁ γὰρ εἰπών μὴ μοιχεύσῃς εἶπεν καί μὴ φονεύσῃς εἰ δὲ οὐ μοιχεύσεις φονεύσεις δέ γέγονας παραβάτης νόμου

TR1550 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι

TR1550 13 ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος καὶ κατακαυχᾶται ἔλεος κρίσεως

TR1550 14 τί τὸ ὄφελος ἀδελφοί μου ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν

TR1550 15 ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι ὦσιν τῆς ἐφημέρου τροφῆς

TR1550 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν ὑπάγετε ἐν εἰρήνῃ θερμαίνεσθε καὶ χορτάζεσθε μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος τί τὸ ὄφελος

TR1550 17 οὕτως καὶ ἡ πίστις ἐὰν μὴ ἔργα ἔχῃ νεκρά ἐστιν καθ᾽ ἑαυτήν

TR1550 18 ἀλλ ἐρεῖ τις σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου κἀγώ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου

TR1550 19 σὺ πιστεύεις ὅτι ὁ θεός εἷς ἐστιν καλῶς ποιεῖς καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν

TR1550 20 θέλεις δὲ γνῶναι ὦ ἄνθρωπε κενέ ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν

TR1550 21 ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον

TR1550 22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη

TR1550 23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα ἐπίστευσεν δὲ ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος θεοῦ ἐκλήθη

TR1550 24 ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον

TR1550 25 ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα

TR1550 26 ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées