Lueur.org - Un éclairage sur la foi

Comparer

Jean 1

TR1550 1 ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος

TR1550 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν

TR1550 3 πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν

TR1550 4 ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων

TR1550 5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν

TR1550 6 ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ ὄνομα αὐτῷ ἰωάννης

TR1550 7 οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ

TR1550 8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός

TR1550 9 ἦν τὸ φῶς τὸ ἀληθινόν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον

TR1550 10 ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω

TR1550 11 εἰς τὰ ἴδια ἦλθεν καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον

TR1550 12 ὅσοι δὲ ἔλαβον αὐτόν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ

TR1550 13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν

TR1550 14 καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ δόξαν ὡς μονογενοῦς παρὰ πατρός πλήρης χάριτος καὶ ἀληθείας

TR1550 15 ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, οὗτος ἦν ὃν εἶπον ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν

TR1550 16 καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος

TR1550 17 ὅτι ὁ νόμος διὰ μωσέως ἐδόθη ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ἰησοῦ χριστοῦ ἐγένετο

TR1550 18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο

TR1550 19 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ἰωάννου ὅτε ἀπέστειλαν οἱ ἰουδαῖοι ἐξ ἱεροσολύμων ἱερεῖς καὶ λευίτας ἵνα ἐρωτήσωσιν αὐτὸν σὺ τίς εἶ

TR1550 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ χριστός

TR1550 21 καὶ ἠρώτησαν αὐτόν τί οὖν ἠλίας εἶ σύ καὶ λέγει οὐκ εἰμί ὁ προφήτης εἶ σύ καὶ ἀπεκρίθη οὔ

TR1550 22 εἶπον οὖν αὐτῷ τίς εἶ ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς τί λέγεις περὶ σεαυτοῦ

TR1550 23 ἔφη ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ εὐθύνατε τὴν ὁδὸν κυρίου καθὼς εἶπεν ἠσαΐας ὁ προφήτης

TR1550 24 καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων

TR1550 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὔτε ἠλίας οὔτε ὁ προφήτης

TR1550 26 ἀπεκρίθη αὐτοῖς ὁ ἰωάννης λέγων, ἐγὼ βαπτίζω ἐν ὕδατι μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε

TR1550 27 αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος ὃς ἔμπροσθέν μου γέγονεν οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος

TR1550 28 ταῦτα ἐν βηθαβαρᾶ ἐγένετο πέραν τοῦ ἰορδάνου ὅπου ἦν ἰωάννης βαπτίζων

TR1550 29 τῇ ἐπαύριον βλέπει ὁ ἰωάννης τὸν ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν καὶ λέγει ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου

TR1550 30 οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν

TR1550 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων

TR1550 32 καὶ ἐμαρτύρησεν ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ᾽ αὐτόν

TR1550 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν ἐφ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ

TR1550 34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ

TR1550 35 τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο

TR1550 36 καὶ ἐμβλέψας τῷ ἰησοῦ περιπατοῦντι λέγει ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ

TR1550 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ ἰησοῦ

TR1550 38 στραφεὶς δὲ ὁ ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς τί ζητεῖτε οἱ δὲ εἶπον αὐτῷ ῥαββί ὃ λέγεται ἑρμηνευόμενον, διδάσκαλε ποῦ μένεις

TR1550 39 λέγει αὐτοῖς ἔρχεσθε καὶ ἴδετε ἦλθον καὶ εἶδον ποῦ μένει καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην ὥρα δέ ἦν ὡς δεκάτη

TR1550 40 ἦν ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ

TR1550 41 εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον σίμωνα καὶ λέγει αὐτῷ εὑρήκαμεν τὸν μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον ὅ χριστός

TR1550 42 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν ἰησοῦν ἐμβλέψας δὲ αὐτῷ ὁ ἰησοῦς εἶπεν σὺ εἶ σίμων ὁ υἱὸς ἰωνᾶ σὺ κληθήσῃ κηφᾶς ὃ ἑρμηνεύεται πέτρος

TR1550 43 τῇ ἐπαύριον ἠθέλησεν ὁ ἰησοῦς ἐξελθεῖν εἰς τὴν γαλιλαίαν καὶ εὑρίσκει φίλιππον καὶ λέγει αὐτῷ ἀκολούθει μοι

TR1550 44 ἦν δὲ ὁ φίλιππος ἀπὸ βηθσαϊδά ἐκ τῆς πόλεως ἀνδρέου καὶ πέτρου

TR1550 45 εὑρίσκει φίλιππος τὸν ναθαναὴλ καὶ λέγει αὐτῷ ὅν ἔγραψεν μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν ἰησοῦν τὸν υἱὸν τοῦ ἰωσὴφ τὸν ἀπὸ ναζαρέτ

TR1550 46 καὶ εἶπεν αὐτῷ ναθαναήλ ἐκ ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι λέγει αὐτῷ φίλιππος ἔρχου καὶ ἴδε

TR1550 47 εἶδεν ὁ ἰησοῦς τὸν ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ ἴδε ἀληθῶς ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν

TR1550 48 λέγει αὐτῷ ναθαναήλ πόθεν με γινώσκεις ἀπεκρίθη ὁ ἰησοῦς καὶ εἶπεν αὐτῷ πρὸ τοῦ σε φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε

TR1550 49 ἀπεκρίθη ναθαναήλ καὶ λέγει αὐτῷ ῥαββί σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ σὺ εἶ ὁ βασιλεὺς τοῦ ἰσραήλ

TR1550 50 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῷ ὅτι εἶπόν σοι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις μείζω τούτων ὄψει

TR1550 51 καὶ λέγει αὐτῷ ἀμὴν ἀμὴν λέγω ὑμῖν ἀπ᾽ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées