Comparer
Jean 10:25-37TR1550 25 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς εἶπον ὑμῖν καὶ οὐ πιστεύετε τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ
TR1550 26 ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε οὐ γὰρ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν καθὼς εἶπον ὑμῖν
TR1550 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά καὶ ἀκολουθοῦσίν μοι
TR1550 28 κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου
TR1550 29 ὁ πατήρ μου ὃς δέδωκέν μοι μεῖζών πάντων ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου
TR1550 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
TR1550 31 ἐβάστασαν οὖν πάλιν λίθους οἱ ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν
TR1550 32 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου διὰ ποῖον αὐτῶν ἔργον λιθάζετε μὲ
TR1550 33 ἀπεκρίθησαν αὐτῷ οἱ ἰουδαῖοι λέγοντες, περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν
TR1550 34 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ἐγὼ εἶπα θεοί ἐστε
TR1550 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο καὶ οὐ δύναται λυθῆναι ἡ γραφή
TR1550 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς ὅτι εἶπον Υἱὸς τοῦ θεοῦ εἰμι
TR1550 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου μὴ πιστεύετέ μοι
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées