Lueur.org - Un éclairage sur la foi

Comparer

Jean 10

TR1550 1 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής

TR1550 2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων

TR1550 3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά

TR1550 4 καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ

TR1550 5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν

TR1550 6 ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ἰησοῦς ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς

TR1550 7 εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων

TR1550 8 πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον κλέπται εἰσὶν καὶ λῃσταί ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα

TR1550 9 ἐγώ εἰμι ἡ θύρα δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει

TR1550 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν

TR1550 11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων

TR1550 12 ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν οὗ οὐκ εἰσιν τὰ πρόβατα ἴδια θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα

TR1550 13 ὁ δὲ μισθωτός φεύγει, ὅτι μισθωτὸς ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων

TR1550 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν

TR1550 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων

TR1550 16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης κἀκεῖνα με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσεται μία ποίμνη εἷς ποιμήν

TR1550 17 διὰ τοῦτό ὁ πατὴρ με ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν

TR1550 18 οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ ἐξουσίαν ἔχω θεῖναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου

TR1550 19 σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς ἰουδαίοις διὰ τοὺς λόγους τούτους

TR1550 20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν δαιμόνιον ἔχει καὶ μαίνεται τί αὐτοῦ ἀκούετε

TR1550 21 ἄλλοι ἔλεγον ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν

TR1550 22 ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς ἱεροσολύμοις καὶ χειμὼν ἦν

TR1550 23 καὶ περιεπάτει ὁ ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ σολομῶντος

TR1550 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις εἰ σὺ εἶ ὁ χριστός εἰπὲ ἡμῖν παῤῥησίᾳ

TR1550 25 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς εἶπον ὑμῖν καὶ οὐ πιστεύετε τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ

TR1550 26 ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε οὐ γὰρ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν καθὼς εἶπον ὑμῖν

TR1550 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά καὶ ἀκολουθοῦσίν μοι

TR1550 28 κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου

TR1550 29 ὁ πατήρ μου ὃς δέδωκέν μοι μεῖζών πάντων ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου

TR1550 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν

TR1550 31 ἐβάστασαν οὖν πάλιν λίθους οἱ ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν

TR1550 32 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου διὰ ποῖον αὐτῶν ἔργον λιθάζετε μὲ

TR1550 33 ἀπεκρίθησαν αὐτῷ οἱ ἰουδαῖοι λέγοντες, περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν

TR1550 34 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ἐγὼ εἶπα θεοί ἐστε

TR1550 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο καὶ οὐ δύναται λυθῆναι ἡ γραφή

TR1550 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς ὅτι εἶπον Υἱὸς τοῦ θεοῦ εἰμι

TR1550 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου μὴ πιστεύετέ μοι

TR1550 38 εἰ δὲ ποιῶ κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις πιστεύσατε ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ

TR1550 39 ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν

TR1550 40 καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν ἰωάννης τὸ πρῶτον βαπτίζων καὶ ἔμεινεν ἐκεῖ

TR1550 41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν πάντα δὲ ὅσα εἶπεν ἰωάννης περὶ τούτου ἀληθῆ ἦν

TR1550 42 καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτὸν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées