Comparer
Jean 11:17-32TR1550 17 ἐλθὼν οὖν ὁ ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ
TR1550 18 ἦν δὲ ἡ βηθανία ἐγγὺς τῶν ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε
TR1550 19 καὶ πολλοὶ ἐκ τῶν ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ μάρθαν καὶ μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν
TR1550 20 ἡ οὖν μάρθα ὡς ἤκουσεν ὅτι ὁ ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο
TR1550 21 εἶπεν οὖν ἡ μάρθα πρὸς τὸν ἰησοῦν κύριε εἰ ἦς ὧδε ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει
TR1550 22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός
TR1550 23 λέγει αὐτῇ ὁ ἰησοῦς ἀναστήσεται ὁ ἀδελφός σου
TR1550 24 λέγει αὐτῷ μάρθα οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
TR1550 25 εἶπεν αὐτῇ ὁ ἰησοῦς ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται
TR1550 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα πιστεύεις τοῦτο
TR1550 27 λέγει αὐτῷ ναί κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος
TR1550 28 καὶ ταῦτά εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε
TR1550 29 ἐκείνη ὡς ἤκουσεν ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν
TR1550 30 οὔπω δὲ ἐληλύθει ὁ ἰησοῦς εἰς τὴν κώμην ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ μάρθα
TR1550 31 οἱ οὖν ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν μαρίαν, ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν ἠκολούθησαν αὐτῇ λέγοντες, ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ
TR1550 32 ἡ οὖν μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγουσα αὐτῷ κύριε εἰ ἦς ὧδε οὐκ ἄν ἀπέθανεν μου ὁ ἀδελφός
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées