Comparer
Jean 11TR1550 1 ἦν δέ τις ἀσθενῶν λάζαρος ἀπὸ βηθανίας ἐκ τῆς κώμης μαρίας καὶ μάρθας τῆς ἀδελφῆς αὐτῆς
TR1550 2 ἦν δὲ μαρία ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς ἡς ὁ ἀδελφὸς λάζαρος ἠσθένει
TR1550 3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι κύριε ἴδε ὃν φιλεῖς ἀσθενεῖ
TR1550 4 ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς
TR1550 5 ἠγάπα δὲ ὁ ἰησοῦς τὴν μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν λάζαρον
TR1550 6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας
TR1550 7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς ἄγωμεν εἰς τὴν ἰουδαίαν πάλιν
TR1550 8 λέγουσιν αὐτῷ οἱ μαθηταί ῥαββί νῦν ἐζήτουν σε λιθάσαι οἱ ἰουδαῖοι καὶ πάλιν ὑπάγεις ἐκεῖ
TR1550 9 ἀπεκρίθη ὁ ἰησοῦς οὐχὶ δώδεκα εἰσιν ὧραί τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει
TR1550 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί προσκόπτει ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ
TR1550 11 ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν
TR1550 12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, κύριε εἰ κεκοίμηται σωθήσεται
TR1550 13 εἰρήκει δὲ ὁ ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει
TR1550 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ ἰησοῦς παῤῥησίᾳ λάζαρος ἀπέθανεν
TR1550 15 καὶ χαίρω δι᾽ ὑμᾶς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν
TR1550 16 εἶπεν οὖν θωμᾶς ὁ λεγόμενος δίδυμος τοῖς συμμαθηταῖς ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ
TR1550 17 ἐλθὼν οὖν ὁ ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ
TR1550 18 ἦν δὲ ἡ βηθανία ἐγγὺς τῶν ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε
TR1550 19 καὶ πολλοὶ ἐκ τῶν ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ μάρθαν καὶ μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν
TR1550 20 ἡ οὖν μάρθα ὡς ἤκουσεν ὅτι ὁ ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο
TR1550 21 εἶπεν οὖν ἡ μάρθα πρὸς τὸν ἰησοῦν κύριε εἰ ἦς ὧδε ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει
TR1550 22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός
TR1550 23 λέγει αὐτῇ ὁ ἰησοῦς ἀναστήσεται ὁ ἀδελφός σου
TR1550 24 λέγει αὐτῷ μάρθα οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
TR1550 25 εἶπεν αὐτῇ ὁ ἰησοῦς ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται
TR1550 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα πιστεύεις τοῦτο
TR1550 27 λέγει αὐτῷ ναί κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος
TR1550 28 καὶ ταῦτά εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε
TR1550 29 ἐκείνη ὡς ἤκουσεν ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν
TR1550 30 οὔπω δὲ ἐληλύθει ὁ ἰησοῦς εἰς τὴν κώμην ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ μάρθα
TR1550 31 οἱ οὖν ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν μαρίαν, ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν ἠκολούθησαν αὐτῇ λέγοντες, ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ
TR1550 32 ἡ οὖν μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγουσα αὐτῷ κύριε εἰ ἦς ὧδε οὐκ ἄν ἀπέθανεν μου ὁ ἀδελφός
TR1550 33 ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν
TR1550 34 καὶ εἶπεν ποῦ τεθείκατε αὐτόν λέγουσιν αὐτῷ κύριε ἔρχου καὶ ἴδε
TR1550 35 ἐδάκρυσεν ὁ ἰησοῦς
TR1550 36 ἔλεγον οὖν οἱ ἰουδαῖοι ἴδε πῶς ἐφίλει αὐτόν
TR1550 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον, οὐκ ἠδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ
TR1550 38 ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ
TR1550 39 λέγει ὁ ἰησοῦς ἄρατε τὸν λίθον λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος μάρθα κύριε ἤδη ὄζει τεταρταῖος γάρ ἐστιν
TR1550 40 λέγει αὐτῇ ὁ ἰησοῦς οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψει τὴν δόξαν τοῦ θεοῦ
TR1550 41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κειμένος ὁ δὲ ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου
TR1550 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας
TR1550 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν λάζαρε δεῦρο ἔξω
TR1550 44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο λέγει αὐτοῖς ὁ ἰησοῦς λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν
TR1550 45 πολλοὶ οὖν ἐκ τῶν ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν
TR1550 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ ἰησοῦς
TR1550 47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι συνέδριον καὶ ἔλεγον τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ
TR1550 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος
TR1550 49 εἷς δέ τις ἐξ αὐτῶν καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου εἶπεν αὐτοῖς ὑμεῖς οὐκ οἴδατε οὐδέν
TR1550 50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται
TR1550 51 τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους
TR1550 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν
TR1550 53 ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν
TR1550 54 ἰησοῦς οὖν οὐκ ἔτι παῤῥησίᾳ περιεπάτει ἐν τοῖς ἰουδαίοις ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς ἐφραὶμ λεγομένην πόλιν κἀκεῖ διέτριβεν μετὰ τῶν μαθητῶν αὐτοῦ
TR1550 55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς
TR1550 56 ἐζήτουν οὖν τὸν ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες τί δοκεῖ ὑμῖν ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν
TR1550 57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ ὅπως πιάσωσιν αὐτόν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées