Lueur.org - Un éclairage sur la foi

Comparer

Jean 13-15

Jn 13-15 (Stephanus 1550)

   1 πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς 2 καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἰούδα σίμωνος ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ, 3 εἰδὼς ὁ ἰησοῦς ὅτι πάντα δἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος 6 ἔρχεται οὖν πρὸς σίμωνα πέτρον καὶ λέγει αὐτῷ ἐκεῖνος, κύριε σύ μου νίπτεις τοὺς πόδας 7 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῷ ὅ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι γνώσῃ δὲ μετὰ ταῦτα 8 λέγει αὐτῷ πέτρος οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ 9 λέγει αὐτῷ σίμων πέτρος κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν 10 λέγει αὐτῷ ὁ ἰησοῦς ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ᾽ οὐχὶ πάντες 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν διὰ τοῦτο εἶπεν οὐχὶ πάντες καθαροί ἐστε 12 ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ἀναπεσών πάλιν εἶπεν αὐτοῖς γινώσκετε τί πεποίηκα ὑμῖν 13 ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος καὶ ὁ κύριος καὶ καλῶς λέγετε εἰμὶ γάρ 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν 17 εἰ ταῦτα οἴδατε μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά 18 οὐ περὶ πάντων ὑμῶν λέγω ἐγὼ οἶδα οὕς ἐξελεξάμην ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ 19 ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ λαμβάνων ἐάν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με 21 ταῦτα εἰπὼν ὁ ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με 22 ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει 23 ἦν δέ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ ἰησοῦ ὃν ἠγάπα ὁ ἰησοῦς 24 νεύει οὖν τούτῳ σίμων πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει 25 ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ ἰησοῦ λέγει αὐτῷ κύριε τίς ἐστιν 26 ἀποκρίνεται ὁ ἰησοῦς ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω καὶ ἐμβάψας τὸ ψωμίον δίδωσιν ἰούδᾳ σίμωνος ἰσκαριώτη 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς λέγει οὖν αὐτῷ ὁ ἰησοῦς ὅ ποιεῖς ποίησον τάχιον 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ 29 τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ ἰούδας ὅτι λέγει αὐτῷ ὁ ἰησοῦς ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος εὐθέως ἐξῆλθεν ἦν δὲ νύξ 31 ὅτε ἐξῆλθεν λέγει ὁ ἰησοῦς νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ 32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν 33 τεκνία ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι ζητήσετέ με καὶ καθὼς εἶπον τοῖς ἰουδαίοις ὅτι ὅπου ὑπάγω ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν καὶ ὑμῖν λέγω ἄρτι 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις 36 λέγει αὐτῷ σίμων πέτρος κύριε ποῦ ὑπάγεις ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ὕστερον δὲ ἀκολουθήσεις μοι 37 λέγει αὐτῷ ὁ πέτρος κύριε διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω 38 ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς

Jean 14

   1 μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία πιστεύετε εἰς τὸν θεόν καὶ εἰς ἐμὲ πιστεύετε 2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή εἶπον ἂν ὑμῖν πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν 3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε 4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδόν οἴδατε, 5 λέγει αὐτῷ θωμᾶς κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι 6 λέγει αὐτῷ ὁ ἰησοῦς ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ 7 εἰ ἐγνώκειτέ με καὶ τὸν πατέρα μου ἐγνώκειτε ἂν καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν 8 λέγει αὐτῷ φίλιππος κύριε δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν 9 λέγει αὐτῷ ὁ ἰησοῦς τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με φίλιππε ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα καὶ πῶς σὺ λέγεις δεῖξον ἡμῖν τὸν πατέρα 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί εἰ δὲ μή διὰ τὰ ἔργα αὐτὰ πιστεύετε μοι 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ 14 ἐάν τι αἰτήσητέ ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω 15 ἐὰν ἀγαπᾶτέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε 16 καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα 17 τὸ πνεῦμα τῆς ἀληθείας ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται 18 οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς ἔρχομαι πρὸς ὑμᾶς 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκ ἔτι θεωρεῖ ὑμεῖς δὲ θεωρεῖτέ με ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν 22 λέγει αὐτῷ ἰούδας οὐχ ὁ ἰσκαριώτης κύριε τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ 23 ἀπεκρίθη ὁ ἰησοῦς καὶ εἶπεν αὐτῷ ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεν 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός 25 ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων 26 ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν 27 εἰρήνην ἀφίημι ὑμῖν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν ὅτι εἶπον πορεύομαι πρὸς τὸν πατέρα ὅτι ὁ πατὴρ μού μείζων μού ἐστιν 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε 30 οὐκ ἔτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν 31 ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ οὕτως ποιῶ ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν

Jean 15

   1 ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν 2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν αἴρει αὐτό καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα πλείονα καρπὸν φέρῃ 3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν 4 μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμῖν καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε 5 ἐγώ εἰμι ἡ ἄμπελος ὑμεῖς τὰ κλήματα ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν 6 ἐὰν μή τις μείνῃ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς πῦρ βάλλουσιν καὶ καίεται 7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ ὃ ἐὰν θέλητε αἰτήσεσθε καὶ γενήσεται ὑμῖν 8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί 9 καθὼς ἠγάπησέν με ὁ πατήρ κἀγὼ ἠγάπησα ὑμᾶς μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ 10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενεῖτε ἐν τῇ ἀγάπῃ μου καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ 11 ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ᾖ χαρὰ ὑμῶν πληρωθῇ 12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς 13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ 14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν 15 οὐκέτι ὑμᾶς λέγω δούλους ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος ὑμᾶς δὲ εἴρηκα φίλους ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν 16 οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν 17 ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους 18 εἰ ὁ κόσμος ὑμᾶς μισεῖ γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν 19 εἰ ἐκ τοῦ κόσμου ἦτε ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἴχον νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου 25 ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν ὅτι ἐμίσησάν με δωρεάν 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε

Jn 13-15 (Vulgate)

   1 Ante diem festum Paschæ, sciens Jesus quia venit hora ejus ut transeat ex hoc mundo ad Patrem : cum dilexisset suos, qui erant in mundo, in finem dilexit eos.
   2 Et cœna facta, cum diabolus jam misisset in cor ut traderet eum Judas Simonis Iscariotæ :
   3 sciens quia omnia dedit ei Pater in manus, et quia a Deo exivit, et ad Deum vadit :
   4 surgit a cœna, et ponit vestimenta sua, et cum accepisset linteum, præcinxit se.
   5 Deinde mittit aquam in pelvim, et cœpit lavare pedes discipulorum, et extergere linteo, quo erat præcinctus.
   6 Venit ergo ad Simonem Petrum. Et dicit ei Petrus : Domine, tu mihi lavas pedes ?
   7 Respondit Jesus, et dixit ei : Quod ego facio, tu nescis modo : scies autem postea.
   8 Dicit ei Petrus : Non lavabis mihi pedes in æternum. Respondit ei Jesus : Si non lavero te, non habebis partem mecum.
   9 Dicit ei Simon Petrus : Domine, non tantum pedes meos, sed et manus, et caput.
   10 Dicit ei Jesus : Qui lotus est, non indiget nisi ut pedes lavet, sed est mundus totus. Et vos mundi estis, sed non omnes.
   11 Sciebat enim quisnam esset qui traderet eum ; propterea dixit : Non estis mundi omnes.
   12 Postquam ergo lavit pedes eorum, et accepit vestimenta sua, cum recubuisset iterum, dixit eis : Scitis quid fecerim vobis ?
   13 Vos vocatis me Magister et Domine, et bene dicitis : sum etenim.
   14 Si ergo ego lavi pedes vestros, Dominus et Magister, et vos debetis alter alterius lavare pedes.
   15 Exemplum enim dedi vobis, ut quemadmodum ego feci vobis, ita et vos faciatis.
   16 Amen, amen dico vobis : non est servus major domino suo : neque apostolus major est eo qui misit illum.
   17 Si hæc scitis, beati eritis si feceritis ea.
   18 Non de omnibus vobis dico : ego scio quos elegerim ; sed ut adimpleatur Scriptura : Qui manducat mecum panem, levabit contra me calcaneum suum.
   19 Amodo dico vobis, priusquam fiat : ut cum factum fuerit, credatis quia ego sum.
   20 Amen, amen dico vobis : qui accipit si quem misero, me accipit ; qui autem me accipit, accipit eum qui me misit.
   21 Cum hæc dixisset Jesus, turbatus est spiritu : et protestatus est, et dixit : Amen, amen dico vobis, quia unus ex vobis tradet me.
   22 Aspiciebant ergo ad invicem discipuli, hæsitantes de quo diceret.
   23 Erat ergo recumbens unus ex discipulis ejus in sinu Jesu, quem diligebat Jesus.
   24 Innuit ergo huic Simon Petrus, et dixit ei : Quis est, de quo dicit ?
   25 Itaque cum recubuisset ille supra pectus Jesu, dicit ei : Domine, quis est ?
   26 Respondit Jesus : Ille est cui ego intinctum panem porrexero. Et cum intinxisset panem, dedit Judæ Simonis Iscariotæ.
   27 Et post buccellam, introivit in eum Satanas. Et dixit ei Jesus : Quod facis, fac citius.
   28 Hoc autem nemo scivit discumbentium ad quid dixerit ei.
   29 Quidam enim putabant, quia loculos habebat Judas, quod dixisset ei Jesus : Eme ea quæ opus sunt nobis ad diem festum : aut egenis ut aliquid daret.
   30 Cum ergo accepisset ille buccellam, exivit continuo. Erat autem nox.
   31 Cum ergo exisset, dixit Jesus : Nunc clarificatus est Filius hominis, et Deus clarificatus est in eo.
   32 Si Deus clarificatus est in eo, et Deus clarificabit eum in semetipso : et continuo clarificabit eum.
   33 Filioli, adhuc modicum vobiscum sum. Quæretis me ; et sicut dixi Judæis, quo ego vado, vos non potestis venire : et vobis dico modo.
   34 Mandatum novum do vobis : ut diligatis invicem : sicut dilexi vos, ut et vos diligatis invicem.
   35 In hoc cognoscent omnes quia discipuli mei estis, si dilectionem habueritis ad invicem.
   36 Dicit ei Simon Petrus : Domine, quo vadis ? Respondit Jesus : Quo ego vado non potes me modo sequi : sequeris autem postea.
   37 Dicit ei Petrus : Quare non possum te sequi modo ? animam meam pro te ponam.
   38 Respondit ei Jesus : Animam tuam pro me pones ? amen, amen dico tibi : non cantabit gallus, donec ter me neges.

Jean 14

   1 Non turbetur cor vestrum. Creditis in Deum, et in me credite.
   2 In domo Patris mei mansiones multæ sunt ; si quominus dixissem vobis : quia vado parare vobis locum.
   3 Et si abiero, et præparavero vobis locum, iterum venio, et accipiam vos ad meipsum : ut ubi sum ego, et vos sitis.
   4 Et quo ego vado scitis, et viam scitis.
   5 Dicit ei Thomas : Domine, nescimus quo vadis : et quomodo possumus viam scire ?
   6 Dicit ei Jesus : Ego sum via, et veritas, et vita. Nemo venit ad Patrem, nisi per me.
   7 Si cognovissetis me, et Patrem meum utique cognovissetis : et amodo cognoscetis eum, et vidistis eum.
   8 Dicit ei Philippus : Domine, ostende nobis Patrem, et sufficit nobis.
   9 Dicit ei Jesus : Tanto tempore vobiscum sum, et non cognovistis me ? Philippe, qui videt me, videt et Patrem. Quomodo tu dicis : Ostende nobis Patrem ?
   10 Non creditis quia ego in Patre, et Pater in me est ? Verba quæ ego loquor vobis, a meipso non loquor. Pater autem in me manens, ipse facit opera.
   11 Non creditis quia ego in Patre, et Pater in me est ?
   12 alioquin propter opera ipsa credite. Amen, amen dico vobis, qui credit in me, opera quæ ego facio, et ipse faciet, et majora horum faciet : quia ego ad Patrem vado.
   13 Et quodcumque petieritis Patrem in nomine meo, hoc faciam : ut glorificetur Pater in Filio.
   14 Si quid petieritis me in nomine meo, hoc faciam.
   15 Si diligitis me, mandata mea servate :
   16 et ego rogabo Patrem, et alium Paraclitum dabit vobis, ut maneat vobiscum in æternum,
   17 Spiritum veritatis, quem mundus non potest accipere, quia non videt eum, nec scit eum : vos autem cognoscetis eum, quia apud vos manebit, et in vobis erit.
   18 Non relinquam vos orphanos : veniam ad vos.
   19 Adhuc modicum, et mundus me jam non videt. Vos autem videtis me : quia ego vivo, et vos vivetis.
   20 In illo die vos cognoscetis quia ego sum in Patre meo, et vos in me, et ego in vobis.
   21 Qui habet mandata mea, et servat ea : ille est qui diligit me. Qui autem diligit me, diligetur a Patre meo : et ego diligam eum, et manifestabo ei meipsum.
   22 Dicit ei Judas, non ille Iscariotes : Domine, quid factum est, quia manifestaturus es nobis teipsum, et non mundo ?
   23 Respondit Jesus, et dixit ei : Si quis diligit me, sermonem meum servabit, et Pater meus diliget eum, et ad eum veniemus, et mansionem apud eum faciemus ;
   24 qui non diligit me, sermones meos non servat. Et sermonem, quem audistis, non est meus : sed ejus qui misit me, Patris.
   25 Hæc locutus sum vobis apud vos manens.
   26 Paraclitus autem Spiritus Sanctus, quem mittet Pater in nomine meo, ille vos docebit omnia, et suggeret vobis omnia quæcumque dixero vobis.
   27 Pacem relinquo vobis, pacem meam do vobis : non quomodo mundus dat, ego do vobis. Non turbetur cor vestrum, neque formidet.
   28 Audistis quia ego dixi vobis : Vado, et venio ad vos. Si diligeretis me, gauderetis utique, quia vado ad Patrem : quia Pater major me est.
   29 Et nunc dixi vobis priusquam fiat : ut cum factum fuerit, credatis.
   30 Jam non multa loquar vobiscum : venit enim princeps mundi hujus, et in me non habet quidquam.
   31 Sed ut cognoscat mundus quia diligo Patrem, et sicut mandatum dedit mihi Pater, sic facio. Surgite, eamus hinc.

Jean 15

   1 Ego sum vitis vera, et Pater meus agricola est.
   2 Omnem palmitem in me non ferentem fructum, tollet eum, et omnem qui fert fructum, purgabit eum, ut fructum plus afferat.
   3 Jam vos mundi estis propter sermonem quem locutus sum vobis.
   4 Manete in me, et ego in vobis. Sicut palmes non potest ferre fructum a semetipso, nisi manserit in vite, sic nec vos, nisi in me manseritis.
   5 Ego sum vitis, vos palmites : qui manet in me, et ego in eo, hic fert fructum multum, quia sine me nihil potestis facere.
   6 Si quis in me non manserit, mittetur foras sicut palmes, et arescet, et colligent eum, et in ignem mittent, et ardet.
   7 Si manseritis in me, et verba mea in vobis manserint, quodcumque volueritis petetis, et fiet vobis.
   8 In hoc clarificatus est Pater meus, ut fructum plurimum afferatis, et efficiamini mei discipuli.
   9 Sicut dilexit me Pater, et ego dilexi vos. Manete in dilectione mea.
   10 Si præcepta mea servaveritis, manebitis in dilectione mea, sicut et ego Patris mei præcepta servavi, et maneo in ejus dilectione.
   11 Hæc locutus sum vobis : ut gaudium meum in vobis sit, et gaudium vestrum impleatur.
   12 Hoc est præceptum meum, ut diligatis invicem, sicut dilexi vos.
   13 Majorem hac dilectionem nemo habet, ut animam suam ponat quis pro amicis suis.
   14 Vos amici mei estis, si feceritis quæ ego præcipio vobis.
   15 Jam non dicam vos servos : quia servus nescit quid faciat dominus ejus. Vos autem dixi amicos : quia omnia quæcumque audivi a Patre meo, nota feci vobis.
   16 Non vos me elegistis, sed ego elegi vos, et posui vos ut eatis, et fructum afferatis, et fructus vester maneat : ut quodcumque petieritis Patrem in nomine meo, det vobis.
   17 Hæc mando vobis : ut diligatis invicem.
   18 Si mundus vos odit, scitote quia me priorem vobis odio habuit.
   19 Si de mundo fuissetis, mundus quod suum erat diligeret : quia vero de mundo non estis, sed ego elegi vos de mundo, propterea odit vos mundus.
   20 Mementote sermonis mei, quem ego dixi vobis : non est servus major domino suo. Si me persecuti sunt, et vos persequentur ; si sermonem meum servaverunt, et vestrum servabunt.
   21 Sed hæc omnia facient vobis propter nomen meum : quia nesciunt eum qui misit me.
   22 Si non venissem, et locutus fuissem eis, peccatum non haberent : nunc autem excusationem non habent de peccato suo.
   23 Qui me odit, et Patrem meum odit.
   24 Si opera non fecissem in eis quæ nemo alius fecit, peccatum non haberent : nunc autem et viderunt, et oderunt et me, et Patrem meum.
   25 Sed ut adimpleatur sermo, qui in lege eorum scriptus est : Quia odio habuerunt me gratis.
   26 Cum autem venerit Paraclitus, quem ego mittam vobis a Patre, Spiritum veritatis, qui a Patre procedit, ille testimonium perhibebit de me ;
   27 et vos testimonium perhibebitis, quia ab initio mecum estis.

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées