Lueur.org - Un éclairage sur la foi

Comparer

Jean 13-15

TR1550 1 πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς

TR1550 2 καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἰούδα σίμωνος ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,

TR1550 3 εἰδὼς ὁ ἰησοῦς ὅτι πάντα δἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει

TR1550 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν

TR1550 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος

TR1550 6 ἔρχεται οὖν πρὸς σίμωνα πέτρον καὶ λέγει αὐτῷ ἐκεῖνος, κύριε σύ μου νίπτεις τοὺς πόδας

TR1550 7 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῷ ὅ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι γνώσῃ δὲ μετὰ ταῦτα

TR1550 8 λέγει αὐτῷ πέτρος οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ

TR1550 9 λέγει αὐτῷ σίμων πέτρος κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν

TR1550 10 λέγει αὐτῷ ὁ ἰησοῦς ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ᾽ οὐχὶ πάντες

TR1550 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν διὰ τοῦτο εἶπεν οὐχὶ πάντες καθαροί ἐστε

TR1550 12 ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ἀναπεσών πάλιν εἶπεν αὐτοῖς γινώσκετε τί πεποίηκα ὑμῖν

TR1550 13 ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος καὶ ὁ κύριος καὶ καλῶς λέγετε εἰμὶ γάρ

TR1550 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας

TR1550 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε

TR1550 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν

TR1550 17 εἰ ταῦτα οἴδατε μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά

TR1550 18 οὐ περὶ πάντων ὑμῶν λέγω ἐγὼ οἶδα οὕς ἐξελεξάμην ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ

TR1550 19 ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι

TR1550 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ λαμβάνων ἐάν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με

TR1550 21 ταῦτα εἰπὼν ὁ ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με

TR1550 22 ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει

TR1550 23 ἦν δέ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ ἰησοῦ ὃν ἠγάπα ὁ ἰησοῦς

TR1550 24 νεύει οὖν τούτῳ σίμων πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει

TR1550 25 ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ ἰησοῦ λέγει αὐτῷ κύριε τίς ἐστιν

TR1550 26 ἀποκρίνεται ὁ ἰησοῦς ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω καὶ ἐμβάψας τὸ ψωμίον δίδωσιν ἰούδᾳ σίμωνος ἰσκαριώτη

TR1550 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς λέγει οὖν αὐτῷ ὁ ἰησοῦς ὅ ποιεῖς ποίησον τάχιον

TR1550 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ

TR1550 29 τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ ἰούδας ὅτι λέγει αὐτῷ ὁ ἰησοῦς ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ

TR1550 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος εὐθέως ἐξῆλθεν ἦν δὲ νύξ

TR1550 31 ὅτε ἐξῆλθεν λέγει ὁ ἰησοῦς νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ

TR1550 32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν

TR1550 33 τεκνία ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι ζητήσετέ με καὶ καθὼς εἶπον τοῖς ἰουδαίοις ὅτι ὅπου ὑπάγω ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν καὶ ὑμῖν λέγω ἄρτι

TR1550 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους

TR1550 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις

TR1550 36 λέγει αὐτῷ σίμων πέτρος κύριε ποῦ ὑπάγεις ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ὕστερον δὲ ἀκολουθήσεις μοι

TR1550 37 λέγει αὐτῷ ὁ πέτρος κύριε διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω

TR1550 38 ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς

TR1550 1 μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία πιστεύετε εἰς τὸν θεόν καὶ εἰς ἐμὲ πιστεύετε

TR1550 2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή εἶπον ἂν ὑμῖν πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν

TR1550 3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε

TR1550 4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδόν οἴδατε,

TR1550 5 λέγει αὐτῷ θωμᾶς κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι

TR1550 6 λέγει αὐτῷ ὁ ἰησοῦς ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ

TR1550 7 εἰ ἐγνώκειτέ με καὶ τὸν πατέρα μου ἐγνώκειτε ἂν καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν

TR1550 8 λέγει αὐτῷ φίλιππος κύριε δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν

TR1550 9 λέγει αὐτῷ ὁ ἰησοῦς τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με φίλιππε ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα καὶ πῶς σὺ λέγεις δεῖξον ἡμῖν τὸν πατέρα

TR1550 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα

TR1550 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί εἰ δὲ μή διὰ τὰ ἔργα αὐτὰ πιστεύετε μοι

TR1550 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι

TR1550 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ

TR1550 14 ἐάν τι αἰτήσητέ ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω

TR1550 15 ἐὰν ἀγαπᾶτέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε

TR1550 16 καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα

TR1550 17 τὸ πνεῦμα τῆς ἀληθείας ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται

TR1550 18 οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς ἔρχομαι πρὸς ὑμᾶς

TR1550 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκ ἔτι θεωρεῖ ὑμεῖς δὲ θεωρεῖτέ με ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε

TR1550 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν

TR1550 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν

TR1550 22 λέγει αὐτῷ ἰούδας οὐχ ὁ ἰσκαριώτης κύριε τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ

TR1550 23 ἀπεκρίθη ὁ ἰησοῦς καὶ εἶπεν αὐτῷ ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεν

TR1550 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός

TR1550 25 ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων

TR1550 26 ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν

TR1550 27 εἰρήνην ἀφίημι ὑμῖν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω

TR1550 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν ὅτι εἶπον πορεύομαι πρὸς τὸν πατέρα ὅτι ὁ πατὴρ μού μείζων μού ἐστιν

TR1550 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε

TR1550 30 οὐκ ἔτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν

TR1550 31 ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ οὕτως ποιῶ ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν

TR1550 1 ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν

TR1550 2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν αἴρει αὐτό καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα πλείονα καρπὸν φέρῃ

TR1550 3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν

TR1550 4 μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμῖν καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε

TR1550 5 ἐγώ εἰμι ἡ ἄμπελος ὑμεῖς τὰ κλήματα ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν

TR1550 6 ἐὰν μή τις μείνῃ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς πῦρ βάλλουσιν καὶ καίεται

TR1550 7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ ὃ ἐὰν θέλητε αἰτήσεσθε καὶ γενήσεται ὑμῖν

TR1550 8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί

TR1550 9 καθὼς ἠγάπησέν με ὁ πατήρ κἀγὼ ἠγάπησα ὑμᾶς μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ

TR1550 10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενεῖτε ἐν τῇ ἀγάπῃ μου καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ

TR1550 11 ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ᾖ χαρὰ ὑμῶν πληρωθῇ

TR1550 12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς

TR1550 13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ

TR1550 14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν

TR1550 15 οὐκέτι ὑμᾶς λέγω δούλους ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος ὑμᾶς δὲ εἴρηκα φίλους ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν

TR1550 16 οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν

TR1550 17 ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους

TR1550 18 εἰ ὁ κόσμος ὑμᾶς μισεῖ γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν

TR1550 19 εἰ ἐκ τοῦ κόσμου ἦτε ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος

TR1550 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν

TR1550 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με

TR1550 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἴχον νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν

TR1550 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ

TR1550 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου

TR1550 25 ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν ὅτι ἐμίσησάν με δωρεάν

TR1550 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ

TR1550 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées