Lueur.org - Un éclairage sur la foi

Comparer

Jean 15

TR1550 1 ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν

TR1550 2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν αἴρει αὐτό καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα πλείονα καρπὸν φέρῃ

TR1550 3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν

TR1550 4 μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμῖν καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε

TR1550 5 ἐγώ εἰμι ἡ ἄμπελος ὑμεῖς τὰ κλήματα ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν

TR1550 6 ἐὰν μή τις μείνῃ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς πῦρ βάλλουσιν καὶ καίεται

TR1550 7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ ὃ ἐὰν θέλητε αἰτήσεσθε καὶ γενήσεται ὑμῖν

TR1550 8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί

TR1550 9 καθὼς ἠγάπησέν με ὁ πατήρ κἀγὼ ἠγάπησα ὑμᾶς μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ

TR1550 10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενεῖτε ἐν τῇ ἀγάπῃ μου καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ

TR1550 11 ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ᾖ χαρὰ ὑμῶν πληρωθῇ

TR1550 12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς

TR1550 13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ

TR1550 14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν

TR1550 15 οὐκέτι ὑμᾶς λέγω δούλους ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος ὑμᾶς δὲ εἴρηκα φίλους ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν

TR1550 16 οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν

TR1550 17 ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους

TR1550 18 εἰ ὁ κόσμος ὑμᾶς μισεῖ γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν

TR1550 19 εἰ ἐκ τοῦ κόσμου ἦτε ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος

TR1550 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν

TR1550 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με

TR1550 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἴχον νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν

TR1550 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ

TR1550 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου

TR1550 25 ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν ὅτι ἐμίσησάν με δωρεάν

TR1550 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ

TR1550 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées