Comparer
Jean 18:33-37TR1550 33 εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ πιλᾶτος καὶ ἐφώνησεν τὸν ἰησοῦν καὶ εἶπεν αὐτῷ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων
TR1550 34 ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι σοι εἶπόν περὶ ἐμοῦ
TR1550 35 ἀπεκρίθη ὁ πιλᾶτος μήτι ἐγὼ ἰουδαῖός εἰμι τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί τί ἐποίησας
TR1550 36 ἀπεκρίθη ὁ ἰησοῦς ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή οἱ ὑπηρέται ἄν οἱ ἐμοὶ ἠγωνίζοντο ἵνα μὴ παραδοθῶ τοῖς ἰουδαίοις νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν
TR1550 37 εἶπεν οὖν αὐτῷ ὁ πιλᾶτος οὐκοῦν βασιλεὺς εἶ σύ ἀπεκρίθη ὁ ἰησοῦς σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées