Comparer
Jean 18TR1550 1 ταῦτα εἰπὼν ὁ ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου τῶν κεδρὼν ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ
TR1550 2 ᾔδει δὲ καὶ ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον ὅτι πολλάκις συνήχθη ὁ ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ
TR1550 3 ὁ οὖν ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων
TR1550 4 ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν ἐξελθὼν εἶπεν αὐτοῖς τίνα ζητεῖτε
TR1550 5 ἀπεκρίθησαν αὐτῷ ἰησοῦν τὸν ναζωραῖον λέγει αὐτοῖς ὁ ἰησοῦς, ἐγώ εἰμι εἱστήκει δὲ καὶ ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν
TR1550 6 ὡς οὖν εἶπεν αὐτοῖς ὅτι ἐγώ εἰμι ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί
TR1550 7 πάλιν οὖν αὐτούς ἐπηρώτησεν τίνα ζητεῖτε οἱ δὲ εἶπον, ἰησοῦν τὸν ναζωραῖον
TR1550 8 ἀπεκρίθη ὁ ἰησοῦς εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι εἰ οὖν ἐμὲ ζητεῖτε ἄφετε τούτους ὑπάγειν
TR1550 9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα
TR1550 10 σίμων οὖν πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν ἦν δὲ ὄνομα τῷ δούλῳ μάλχος
TR1550 11 εἶπεν οὖν ὁ ἰησοῦς τῷ πέτρῳ βάλε τὴν μάχαιραν σου εἰς τὴν θήκην τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό
TR1550 12 ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν ἰουδαίων συνέλαβον τὸν ἰησοῦν καὶ ἔδησαν αὐτὸν
TR1550 13 καὶ ἀπήγαγον αὐτὸν πρὸς ἅνναν πρῶτον ἦν γὰρ πενθερὸς τοῦ καϊάφα ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου
TR1550 14 ἦν δὲ καϊάφας ὁ συμβουλεύσας τοῖς ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ
TR1550 15 ἠκολούθει δὲ τῷ ἰησοῦ σίμων πέτρος καὶ ὁ ἄλλος μαθητής ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως
TR1550 16 ὁ δὲ πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὅς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν πέτρον
TR1550 17 λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρός τῷ πέτρῳ μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου λέγει ἐκεῖνος οὐκ εἰμί
TR1550 18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες ὅτι ψῦχος ἦν καὶ ἐθερμαίνοντο ἦν δὲ μετ᾽ αὐτῶν ὁ πέτρος ἑστὼς καὶ θερμαινόμενος
TR1550 19 ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ
TR1550 20 ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ ἐγὼ πάντοτε ἐδίδαξα ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ ἱερῷ ὅπου πάντοτε οἱ ἰουδαῖοι συνέρχονται καὶ ἐν κρυπτῷ ελάλησα οὐδέν
TR1550 21 τί με ἐπερωτᾷς ἐπερώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ
TR1550 22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκεν ῥάπισμα τῷ ἰησοῦ εἰπών οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ
TR1550 23 ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ εἰ δὲ καλῶς τί με δέρεις
TR1550 24 ἀπέστειλεν αὐτὸν ὁ ἅννας δεδεμένον πρὸς καϊάφαν τὸν ἀρχιερέα
TR1550 25 ἦν δὲ σίμων πέτρος ἑστὼς καὶ θερμαινόμενος εἶπον οὖν αὐτῷ μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν οὐκ εἰμί
TR1550 26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὢν οὗ ἀπέκοψεν πέτρος τὸ ὠτίον οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ
TR1550 27 πάλιν οὖν ἠρνήσατο ὁ πέτρος καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
TR1550 28 ἄγουσιν οὖν τὸν ἰησοῦν ἀπὸ τοῦ καϊάφα εἰς τὸ πραιτώριον ἦν δὲ πρωίᾳ καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν ἀλλ᾽ ἵνα φάγωσιν τὸ πάσχα
TR1550 29 ἐξῆλθεν οὖν ὁ πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπεν τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου
TR1550 30 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ εἰ μὴ ἦν οὗτος κακὸποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν
TR1550 31 εἶπεν οὖν αὐτοῖς ὁ πιλᾶτος λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν εἶπον οὖν αὐτῷ οἱ ἰουδαῖοι ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα
TR1550 32 ἵνα ὁ λόγος τοῦ ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν
TR1550 33 εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ πιλᾶτος καὶ ἐφώνησεν τὸν ἰησοῦν καὶ εἶπεν αὐτῷ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων
TR1550 34 ἀπεκρίθη αὐτῷ ὁ ἰησοῦς ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι σοι εἶπόν περὶ ἐμοῦ
TR1550 35 ἀπεκρίθη ὁ πιλᾶτος μήτι ἐγὼ ἰουδαῖός εἰμι τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί τί ἐποίησας
TR1550 36 ἀπεκρίθη ὁ ἰησοῦς ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή οἱ ὑπηρέται ἄν οἱ ἐμοὶ ἠγωνίζοντο ἵνα μὴ παραδοθῶ τοῖς ἰουδαίοις νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν
TR1550 37 εἶπεν οὖν αὐτῷ ὁ πιλᾶτος οὐκοῦν βασιλεὺς εἶ σύ ἀπεκρίθη ὁ ἰησοῦς σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς
TR1550 38 λέγει αὐτῷ ὁ πιλᾶτος τί ἐστιν ἀλήθεια καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς ἰουδαίους καὶ λέγει αὐτοῖς ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ
TR1550 39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν ἰουδαίων
TR1550 40 ἐκραύγασαν οὖν πάλιν πάντες, λέγοντες μὴ τοῦτον ἀλλὰ τὸν βαραββᾶν ἦν δὲ ὁ βαραββᾶς λῃστής
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées