Comparer
Jean 19:7-12TR1550 7 ἀπεκρίθησαν αὐτῷ οἱ ἰουδαῖοι ἡμεῖς νόμον ἔχομεν καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν ὅτι ἑαυτὸν υἱὸν θεοῦ ἐποίησεν
TR1550 8 ὅτε οὖν ἤκουσεν ὁ πιλᾶτος τοῦτον τὸν λόγον μᾶλλον ἐφοβήθη
TR1550 9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ἰησοῦ πόθεν εἶ σύ ὁ δὲ ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ
TR1550 10 λέγει οὖν αὐτῷ ὁ πιλᾶτος ἐμοὶ οὐ λαλεῖς οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε
TR1550 11 ἀπεκρίθη ὁ ἰησοῦς οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει
TR1550 12 ἐκ τούτου ἐζήτει ὁ πιλᾶτος ἀπολῦσαι αὐτόν οἱ δὲ ἰουδαῖοι ἔκραζον λέγοντες ἐὰν τοῦτον ἀπολύσῃς οὐκ εἶ φίλος τοῦ καίσαρος πᾶς ὁ βασιλέα αὐτόν ποιῶν ἀντιλέγει τῷ καίσαρι
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées