Lueur.org - Un éclairage sur la foi

Comparer

Jean 19

TR1550 1 τότε οὖν ἔλαβεν ὁ πιλᾶτος τὸν ἰησοῦν καὶ ἐμαστίγωσεν

TR1550 2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν

TR1550 3 καὶ ἔλεγον χαῖρε ὁ βασιλεὺς τῶν ἰουδαίων καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα

TR1550 4 ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ πιλᾶτος καὶ λέγει αὐτοῖς ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω

TR1550 5 ἐξῆλθεν οὖν ὁ ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον καὶ λέγει αὐτοῖς ἴδε ὁ ἄνθρωπος

TR1550 6 ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες σταύρωσον σταύρωσον λέγει αὐτοῖς ὁ πιλᾶτος λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν

TR1550 7 ἀπεκρίθησαν αὐτῷ οἱ ἰουδαῖοι ἡμεῖς νόμον ἔχομεν καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν ὅτι ἑαυτὸν υἱὸν θεοῦ ἐποίησεν

TR1550 8 ὅτε οὖν ἤκουσεν ὁ πιλᾶτος τοῦτον τὸν λόγον μᾶλλον ἐφοβήθη

TR1550 9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ἰησοῦ πόθεν εἶ σύ ὁ δὲ ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ

TR1550 10 λέγει οὖν αὐτῷ ὁ πιλᾶτος ἐμοὶ οὐ λαλεῖς οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε

TR1550 11 ἀπεκρίθη ὁ ἰησοῦς οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει

TR1550 12 ἐκ τούτου ἐζήτει ὁ πιλᾶτος ἀπολῦσαι αὐτόν οἱ δὲ ἰουδαῖοι ἔκραζον λέγοντες ἐὰν τοῦτον ἀπολύσῃς οὐκ εἶ φίλος τοῦ καίσαρος πᾶς ὁ βασιλέα αὐτόν ποιῶν ἀντιλέγει τῷ καίσαρι

TR1550 13 ὁ οὖν πιλᾶτος ἀκούσας τοῦτον τὸν λογὸν, ἤγαγεν ἔξω τὸν ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον ἑβραϊστὶ δὲ γαββαθα

TR1550 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα ὥρα δὲ ὡσεὶ ἕκτη καὶ λέγει τοῖς ἰουδαίοις ἴδε ὁ βασιλεὺς ὑμῶν

TR1550 15 οἱ δὲ ἐκραύγασαν ἆρον ἆρον σταύρωσον αὐτόν λέγει αὐτοῖς ὁ πιλᾶτος τὸν βασιλέα ὑμῶν σταυρώσω ἀπεκρίθησαν οἱ ἀρχιερεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα

TR1550 16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ παρέλαβον δὲ τὸν ἰησοῦν καὶ ἀπήγαγον

TR1550 17 καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον ὃς λέγεται ἑβραϊστὶ γολγοθα

TR1550 18 ὅπου αὐτὸν ἐσταύρωσαν καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν μέσον δὲ τὸν ἰησοῦν

TR1550 19 ἔγραψεν δὲ καὶ τίτλον ὁ πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ ἦν δὲ γεγραμμένον ἰησοῦς ὁ ναζωραῖος ὁ βασιλεὺς τῶν ἰουδαίων

TR1550 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ἰουδαίων ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ ἰησοῦς καὶ ἦν γεγραμμένον ἑβραϊστί ἑλληνιστί ῥωμαϊστί

TR1550 21 ἔλεγον οὖν τῷ πιλάτῳ οἱ ἀρχιερεῖς τῶν ἰουδαίων μὴ γράφε ὁ βασιλεὺς τῶν ἰουδαίων ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπεν βασιλεύς εἰμι τῶν ἰουδαίων

TR1550 22 ἀπεκρίθη ὁ πιλᾶτος ὅ γέγραφα γέγραφα

TR1550 23 οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη ἑκάστῳ στρατιώτῃ μέρος καὶ τὸν χιτῶνα ἦν δὲ ὁ χιτὼν ἄῤῥαφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου

TR1550 24 εἶπον οὖν πρὸς ἀλλήλους μὴ σχίσωμεν αὐτόν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν

TR1550 25 εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ μαρία ἡ τοῦ κλωπᾶ καὶ μαρία ἡ μαγδαληνή

TR1550 26 ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί αὐτοῦ, γύναι ἰδοῦ ὁ υἱός σου

TR1550 27 εἶτα λέγει τῷ μαθητῇ ἰδού, ἡ μήτηρ σου καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια

TR1550 28 μετὰ τοῦτο εἰδὼς ὁ ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται ἵνα τελειωθῇ ἡ γραφή λέγει διψῶ

TR1550 29 σκεῦος οὖν ἔκειτο ὄξους μεστόν οἱ δὲ, πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι

TR1550 30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ ἰησοῦς εἶπεν τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα

TR1550 31 οἱ οὖν ἰουδαῖοι ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου ἠρώτησαν τὸν πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν

TR1550 32 ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ

TR1550 33 ἐπὶ δὲ τὸν ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη

TR1550 34 ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν καὶ εὐθὺς ἐξῆλθεν αἷμα καὶ ὕδωρ

TR1550 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει ἵνα ὑμεῖς πιστεύσητε

TR1550 36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ

TR1550 37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει ὄψονται εἰς ὃν ἐξεκέντησαν

TR1550 38 μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν πιλᾶτον ὁ ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας ὢν μαθητὴς τοῦ ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν ἰουδαίων ἵνα ἄρῃ τὸ σῶμα τοῦ ἰησοῦ καὶ ἐπέτρεψεν ὁ πιλᾶτος ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα τοῦ ἰησοῦ

TR1550 39 ἦλθεν δὲ καὶ νικόδημος ὁ ἐλθὼν πρὸς τὸν ἰησοῦν νυκτὸς τὸ πρῶτον φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡσεὶ λίτρας ἑκατόν

TR1550 40 ἔλαβον οὖν τὸ σῶμα τοῦ ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων καθὼς ἔθος ἐστὶν τοῖς ἰουδαίοις ἐνταφιάζειν

TR1550 41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη

TR1550 42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον ἔθηκαν τὸν ἰησοῦν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées