Comparer
Jean 21TR1550 1 μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως
TR1550 2 ἦσαν ὁμοῦ σίμων πέτρος καὶ θωμᾶς ὁ λεγόμενος δίδυμος καὶ ναθαναὴλ ὁ ἀπὸ κανὰ τῆς γαλιλαίας καὶ οἱ τοῦ ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
TR1550 3 λέγει αὐτοῖς σίμων πέτρος ὑπάγω ἁλιεύειν λέγουσιν αὐτῷ ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθὺς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν
TR1550 4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ἰησοῦς ἐστιν
TR1550 5 λέγει οὖν αὐτοῖς ὁ ἰησοῦς παιδία μή τι προσφάγιον ἔχετε ἀπεκρίθησαν αὐτῷ οὔ
TR1550 6 ὁ δὲ εἶπεν αὐτοῖς βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκ ἔτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων
TR1550 7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ ἰησοῦς τῷ πέτρῳ ὁ κύριός ἐστιν σίμων οὖν πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν
TR1550 8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων
TR1550 9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον
TR1550 10 λέγει αὐτοῖς ὁ ἰησοῦς ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν
TR1550 11 ἀνέβη σίμων πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον
TR1550 12 λέγει αὐτοῖς ὁ ἰησοῦς δεῦτε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν σὺ τίς εἶ εἰδότες ὅτι ὁ κύριός ἐστιν
TR1550 13 ἔρχεται οὖν ὁ ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως
TR1550 14 τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν
TR1550 15 ὅτε οὖν ἠρίστησαν λέγει τῷ σίμωνι πέτρῳ ὁ ἰησοῦς σίμων ἰωνᾶ, ἀγαπᾷς με πλεῖόν τούτων λέγει αὐτῷ ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ βόσκε τὰ ἀρνία μου
TR1550 16 λέγει αὐτῷ πάλιν δεύτερον σίμων ἰωνᾶ ἀγαπᾷς με λέγει αὐτῷ ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ ποίμαινε τὰ πρόβατά μου
TR1550 17 λέγει αὐτῷ τὸ τρίτον σίμων ἰωνᾶ, φιλεῖς με ἐλυπήθη ὁ πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον φιλεῖς με καὶ εἶπεν αὐτῷ κύριε σὺ πάντα οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε λέγει αὐτῷ ὁ ἰησοῦς βόσκε τὰ πρόβατά μου
TR1550 18 ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις
TR1550 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ ἀκολούθει μοι
TR1550 20 ἐπιστραφεὶς δέ ὁ πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν κύριε τίς ἐστιν ὁ παραδιδούς σε
TR1550 21 τοῦτον ἰδὼν ὁ πέτρος λέγει τῷ ἰησοῦ κύριε οὗτος δὲ τί
TR1550 22 λέγει αὐτῷ ὁ ἰησοῦς ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ σύ ἀκολούθει μοι
TR1550 23 ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει καὶ οὐκ εἶπεν αὐτῷ ὁ ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ
TR1550 24 οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστίν ἡ μαρτυρία αὐτοῦ
TR1550 25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ ὃσα ἐποίησεν ὁ ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία ἀμήν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées