Comparer
Jean 4:4-26TR1550 4 ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς σαμαρείας
TR1550 5 ἔρχεται οὖν εἰς πόλιν τῆς σαμαρείας λεγομένην συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν ἰακὼβ ἰωσὴφ τῷ υἱῷ αὐτοῦ
TR1550 6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ἰακώβ ὁ οὖν ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ ὥρα ἦν ὡσεὶ ἕκτη
TR1550 7 ἔρχεται γυνὴ ἐκ τῆς σαμαρείας ἀντλῆσαι ὕδωρ λέγει αὐτῇ ὁ ἰησοῦς δός μοι πιεῖν
TR1550 8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν
TR1550 9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ σαμαρεῖτις, πῶς σὺ ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς οὔσης γυναικὸς σαμαρείτιδος οὐ γὰρ συγχρῶνται ἰουδαῖοι σαμαρείταις
TR1550 10 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῇ εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν
TR1550 11 λέγει αὐτῷ ἡ γυνή κύριε οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν
TR1550 12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ἰακώβ ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ
TR1550 13 ἀπεκρίθη ὁ ἰησοῦς καὶ εἶπεν αὐτῇ πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν
TR1550 14 ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον
TR1550 15 λέγει πρὸς αὐτὸν ἡ γυνή κύριε δός μοι τοῦτο τὸ ὕδωρ ἵνα μὴ διψῶ μηδὲ έρχωμαι ἐνθάδε ἀντλεῖν
TR1550 16 λέγει αὐτῇ ὁ ἰησοῦς, ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε
TR1550 17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν οὐκ ἔχω ἄνδρα λέγει αὐτῇ ὁ ἰησοῦς καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω
TR1550 18 πέντε γὰρ ἄνδρας ἔσχες καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ τοῦτο ἀληθὲς εἴρηκας
TR1550 19 λέγει αὐτῷ ἡ γυνή κύριε θεωρῶ ὅτι προφήτης εἶ σύ
TR1550 20 οἱ πατέρες ἡμῶν ἐν τούτῳ τῷ ὄρει προσεκύνησαν καὶ ὑμεῖς λέγετε ὅτι ἐν ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν
TR1550 21 λέγει αὐτῇ ὁ ἰησοῦς γύναι πίστευσον μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί
TR1550 22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν ὅτι ἡ σωτηρία ἐκ τῶν ἰουδαίων ἐστίν
TR1550 23 ἀλλ᾽ ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν
TR1550 24 πνεῦμα ὁ θεός καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν
TR1550 25 λέγει αὐτῷ ἡ γυνή οἶδα ὅτι μεσσίας ἔρχεται ὁ λεγόμενος χριστός ὅταν ἔλθῃ ἐκεῖνος ἀναγγελεῖ ἡμῖν πάντα
TR1550 26 λέγει αὐτῇ ὁ ἰησοῦς ἐγώ εἰμι ὁ λαλῶν σοι
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées