Comparer
Jean 5TR1550 1 μετὰ ταῦτα ἦν ἑορτὴ τῶν ἰουδαίων καὶ ἀνέβη ὁ ἰησοῦς εἰς ἱεροσόλυμα
TR1550 2 ἔστιν δὲ ἐν τοῖς ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη ἑβραϊστὶ βηθεσδά, πέντε στοὰς ἔχουσα
TR1550 3 ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων τυφλῶν χωλῶν ξηρῶν ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν
TR1550 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατειχετο νοσήματι
TR1550 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριακονταοκτώ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ
TR1550 6 τοῦτον ἰδὼν ὁ ἰησοῦς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει λέγει αὐτῷ θέλεις ὑγιὴς γενέσθαι
TR1550 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν κύριε ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλλῃ με εἰς τὴν κολυμβήθραν ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει
TR1550 8 λέγει αὐτῷ ὁ ἰησοῦς ἐγεῖραι ἆρον τὸν κράββατον σου καὶ περιπάτει
TR1550 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρεν τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
TR1550 10 ἔλεγον οὖν οἱ ἰουδαῖοι τῷ τεθεραπευμένῳ σάββατόν ἐστιν οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον
TR1550 11 ἀπεκρίθη αὐτοῖς ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἰπεν ἆρον τὸν κράββατον σου καὶ περιπάτει
TR1550 12 ἠρώτησαν οὖν αὐτόν τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι ἆρον τὸν κράββατον σου καὶ περιπάτει
TR1550 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν ὁ γὰρ ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ
TR1550 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν τι σοί γένηται
TR1550 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς ἰουδαίοις ὅτι ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ
TR1550 16 καὶ διὰ τοῦτο ἐδίωκον τὸν ἰησοῦν οἱ ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ
TR1550 17 ὁ δὲ ἰησοῦς ἀπεκρίνατο αὐτοῖς ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι
TR1550 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ
TR1550 19 ἀπεκρίνατο οὖν ὁ ἰησοῦς καὶ εἶπεν αὐτοῖς ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ
TR1550 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε
TR1550 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ
TR1550 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ
TR1550 23 ἵνα πάντες τιμῶσίν τὸν υἱὸν καθὼς τιμῶσίν τὸν πατέρα ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν
TR1550 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν
TR1550 25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται
TR1550 26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ οὕτως ἔδωκεν καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ
TR1550 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν ὅτι υἱὸς ἀνθρώπου ἐστίν
TR1550 28 μὴ θαυμάζετε τοῦτο ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ
TR1550 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως
TR1550 30 οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός
TR1550 31 ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής
TR1550 32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ
TR1550 33 ὑμεῖς ἀπεστάλκατε πρὸς ἰωάννην καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ
TR1550 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε
TR1550 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ὑμεῖς δὲ ἠθελήσατε αγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ
TR1550 36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ ἰωάννου τὰ γὰρ ἔργα ἃ ἔδωκεν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν
TR1550 37 καὶ ὁ πέμψας με πατὴρ αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε
TR1550 38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε
TR1550 39 ἐρευνᾶτε τὰς γραφάς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ
TR1550 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε
TR1550 41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω
TR1550 42 ἀλλ᾽ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς
TR1550 43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐκεῖνον λήψεσθε
TR1550 44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε
TR1550 45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα ἔστιν ὁ κατηγορῶν ὑμῶν μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε
TR1550 46 εἰ γὰρ ἐπιστεύετε μωσῇ, ἐπιστεύετε ἂν ἐμοί περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν
TR1550 47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées