Lueur.org - Un éclairage sur la foi

Comparer

Jean 7

TR1550 1 καὶ περιεπάτει ὁ ἰησοῦς μετὰ ταῦτα ἐν τῇ γαλιλαίᾳ οὐ γὰρ ἤθελεν ἐν τῇ ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ ἰουδαῖοι ἀποκτεῖναι

TR1550 2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν ἰουδαίων ἡ σκηνοπηγία

TR1550 3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσιν τὰ ἔργα σοῦ ἃ ποιεῖς

TR1550 4 οὐδεὶς γάρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι εἰ ταῦτα ποιεῖς φανέρωσον σεαυτὸν τῷ κόσμῳ

TR1550 5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν

TR1550 6 λέγει οὖν αὐτοῖς ὁ ἰησοῦς ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος

TR1550 7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν

TR1550 8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ταύτην ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται

TR1550 9 ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ γαλιλαίᾳ

TR1550 10 ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν οὐ φανερῶς ἀλλ᾽ ὡς ἐν κρυπτῷ

TR1550 11 οἱ οὖν ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον ποῦ ἐστιν ἐκεῖνος

TR1550 12 καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν ἄλλοι δὲ ἔλεγον οὔ ἀλλὰ πλανᾷ τὸν ὄχλον

TR1550 13 οὐδεὶς μέντοι παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν ἰουδαίων

TR1550 14 ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν

TR1550 15 καὶ ἐθαύμαζον οἱ ἰουδαῖοι λέγοντες πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς

TR1550 16 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς καὶ εἶπεν ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με

TR1550 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ

TR1550 18 ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν

TR1550 19 οὐ μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον τί με ζητεῖτε ἀποκτεῖναι

TR1550 20 ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπεν δαιμόνιον ἔχεις τίς σε ζητεῖ ἀποκτεῖναι

TR1550 21 ἀπεκρίθη ὁ ἰησοῦς καὶ εἶπεν αὐτοῖς ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε

TR1550 22 διὰ τοῦτο μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ μωσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον

TR1550 23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ

TR1550 24 μὴ κρίνετε κατ᾽ ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε

TR1550 25 ἔλεγον οὖν τινες ἐκ τῶν ἱεροσολυμιτῶν οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι

TR1550 26 καὶ ἴδε παῤῥησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ χριστός

TR1550 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν

TR1550 28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ ἰησοῦς καὶ λέγων, κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με ὃν ὑμεῖς οὐκ οἴδατε

TR1550 29 ἐγὼ δὲ οἶδα αὐτόν ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν

TR1550 30 ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ

TR1550 31 πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν καὶ ἔλεγον ὅτι ὁ χριστὸς ὅταν ἔλθῃ μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν

TR1550 32 ἤκουσαν οἱ φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα καὶ ἀπέστειλαν οἱ φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν

TR1550 33 εἶπεν οὖν αὐτοῖς ὁ ἰησοῦς ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με

TR1550 34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν

TR1550 35 εἶπον οὖν οἱ ἰουδαῖοι πρὸς ἑαυτούς ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν διασπορὰν τῶν ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς ἕλληνας

TR1550 36 τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπεν Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν

TR1550 37 ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ἰησοῦς καὶ ἔκραξεν λέγων, ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω

TR1550 38 ὁ πιστεύων εἰς ἐμέ καθὼς εἶπεν ἡ γραφή ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος

TR1550 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν οὔπω γὰρ ἦν πνεῦμα ἅγιον, ὅτι ὃ ἰησοῦς οὐδέπω ἐδοξάσθη

TR1550 40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον, ἔλεγον οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης

TR1550 41 ἄλλοι ἔλεγον οὗτός ἐστιν ὁ χριστός ἄλλοι δὲ ἔλεγον μὴ γὰρ ἐκ τῆς γαλιλαίας ὁ χριστὸς ἔρχεται

TR1550 42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος δαβίδ, καὶ ἀπὸ βηθλέεμ τῆς κώμης ὅπου ἦν δαβίδ, ὁ χριστὸς ἔρχεται

TR1550 43 σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν

TR1550 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας

TR1550 45 ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι διατί οὐκ ἠγάγετε αὐτόν

TR1550 46 ἀπεκρίθησαν οἱ ὑπηρέται οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος,

TR1550 47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ φαρισαῖοι μὴ καὶ ὑμεῖς πεπλάνησθε

TR1550 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν φαρισαίων

TR1550 49 ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοι εἰσιν

TR1550 50 λέγει νικόδημος πρὸς αὐτούς ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν εἷς ὢν ἐξ αὐτῶν

TR1550 51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ

TR1550 52 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ μὴ καὶ σὺ ἐκ τῆς γαλιλαίας εἶ ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς γαλιλαίας οὐκ ἐγηγέρται

TR1550 53 καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées