Comparer
Jean 8TR1550 1 ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν
TR1550 2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς
TR1550 3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
TR1550 4 λέγουσιν αὐτῷ διδάσκαλε αὕτη ἡ γυνὴ κατείληφθη ἐπαυτοφώρῳ μοιχευομένη
TR1550 5 ἐν δὲ τῷ νόμῳ μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι σὺ οὖν τί λέγεις
TR1550 6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ ὁ δὲ ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν
TR1550 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν ἀνάκυψας εἶπεν πρὸς αὐτούς ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ᾽ αὓτη βαλέτω
TR1550 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν
TR1550 9 οἱ δὲ ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθ᾽ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων καὶ κατελείφθη μόνος ὁ ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα
TR1550 10 ἀνακύψας δὲ ὁ ἰησοῦς καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικὸς, εἶπεν αὐτῇ ἡ γυνή ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου οὐδείς σε κατέκρινεν
TR1550 11 ἡ δὲ εἶπεν οὐδείς κύριε εἶπεν δὲ αὐτῇ ὁ ἰησοῦς οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ μηκέτι ἁμάρτανε
TR1550 12 πάλιν οὖν ὁ ἰησοῦς αὐτοῖς ἐλάλησεν λέγων, ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς
TR1550 13 εἶπον οὖν αὐτῷ οἱ φαρισαῖοι σὺ περὶ σεαυτοῦ μαρτυρεῖς ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής
TR1550 14 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι καὶ ποῦ ὑπάγω
TR1550 15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα
TR1550 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ᾽ ἐγὼ καὶ ὁ πέμψας με πατήρ
TR1550 17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν
TR1550 18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ
TR1550 19 ἔλεγον οὖν αὐτῷ ποῦ ἐστιν ὁ πατήρ σου ἀπεκρίθη ὁ ἰησοῦς οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου εἰ ἐμὲ ᾔδειτε καὶ τὸν πατέρα μου ᾔδειτε ἂν
TR1550 20 ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ
TR1550 21 εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ἰησοῦς, ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
TR1550 22 ἔλεγον οὖν οἱ ἰουδαῖοι μήτι ἀποκτενεῖ ἑαυτόν ὅτι λέγει ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
TR1550 23 καὶ εἴπεν αὐτοῖς ὑμεῖς ἐκ τῶν κάτω ἐστέ ἐγὼ ἐκ τῶν ἄνω εἰμί ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου
TR1550 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν
TR1550 25 ἔλεγον οὖν αὐτῷ σὺ τίς εἶ καὶ εἶπεν αὐτοῖς ὁ ἰησοῦς τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν
TR1550 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ ταῦτα λὲγω εἰς τὸν κόσμον
TR1550 27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν
TR1550 28 εἶπεν οὖν αὐτοῖς ὁ ἰησοῦς ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ μου, ταῦτα λαλῶ
TR1550 29 καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν οὐκ ἀφῆκέν με μόνον ὁ πατὴρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε
TR1550 30 ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν
TR1550 31 ἔλεγεν οὖν ὁ ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ ἰουδαίους ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ ἀληθῶς μαθηταί μού ἐστε
TR1550 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς
TR1550 33 ἀπεκρίθησαν αὐτῷ σπέρμα ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε
TR1550 34 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας
TR1550 35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα
TR1550 36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε
TR1550 37 οἶδα ὅτι σπέρμα ἀβραάμ ἐστε ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν
TR1550 38 ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρὶ μου, λαλῶ καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε
TR1550 39 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ ὁ πατὴρ ἡμῶν ἀβραάμ ἐστιν λέγει αὐτοῖς ὁ ἰησοῦς εἰ τέκνα τοῦ ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ ἀβραὰμ ἐποιεῖτε ἄν
TR1550 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ τοῦτο ἀβραὰμ οὐκ ἐποίησεν
TR1550 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν εἶπον οὖν αὐτῷ ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα πατέρα ἔχομεν τὸν θεόν
TR1550 42 εἶπεν οὖν αὐτοῖς ὁ ἰησοῦς εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν
TR1550 43 διατί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν
TR1550 44 ὑμεῖς ἐκ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ
TR1550 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι
TR1550 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας εἰ δὲ ἀλήθειαν λέγω διατί ὑμεῖς οὐ πιστεύετέ μοι
TR1550 47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ
TR1550 48 ἀπεκρίθησαν οὖν οἱ ἰουδαῖοι καὶ εἶπον αὐτῷ οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις
TR1550 49 ἀπεκρίθη ἰησοῦς ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμῶ τὸν πατέρα μου καὶ ὑμεῖς ἀτιμάζετέ με
TR1550 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου ἔστιν ὁ ζητῶν καὶ κρίνων
TR1550 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα
TR1550 52 εἶπον οὖν αὐτῷ οἱ ἰουδαῖοι νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται καὶ σὺ λέγεις ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσεται θανάτου εἰς τὸν αἰῶνα
TR1550 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ἀβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προφῆται ἀπέθανον τίνα σεαυτὸν σὺ ποιεῖς
TR1550 54 ἀπεκρίθη ἰησοῦς ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν ἡ δόξα μου οὐδέν ἐστιν ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ὑμῶν ἐστιν
TR1550 55 καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἶδα αὐτόν καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν ἔσομαι ὅμοιος ὑμῶν, ψεύστης ἀλλ᾽ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ
TR1550 56 ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἶδεν καὶ ἐχάρη
TR1550 57 εἶπον οὖν οἱ ἰουδαῖοι πρὸς αὐτόν πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ ἀβραὰμ ἑώρακας
TR1550 58 εἶπεν αὐτοῖς ὁ ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί
TR1550 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν καὶ παρῆγεν οὕτως
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées