Comparer
Jude 1TR1550 1 ἰουδας ἰησοῦ χριστοῦ δοῦλος, ἀδελφὸς δὲ ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγιασμένοις, καὶ ἰησοῦ χριστῷ τετηρημένοις κλητοῖς
TR1550 2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη
TR1550 3 ἀγαπητοὶ, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει
TR1550 4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον δεσπότην θεὸν, καὶ κύριον ἡμῶν ἰησοῦν χριστὸν ἀρνούμενοι
TR1550 5 ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ κύριος λαὸν ἐκ γῆς αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν
TR1550 6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας, δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν
TR1550 7 ὡς σόδομα καὶ γόμοῤῥα, καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι
TR1550 8 ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν
TR1550 9 ὁ δὲ μιχαὴλ ὁ ἀρχάγγελος ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ μωσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν, ἐπιτιμήσαι σοι κύριος
TR1550 10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν, βλασφημοῦσιν ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῶα ἐπίστανται, ἐν τούτοις φθείρονται
TR1550 11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ κορὲ ἀπώλοντο
TR1550 12 οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν, σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων περιφερόμεναι, δένδρα φθινοπωρινὰ, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα
TR1550 13 κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται
TR1550 14 προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ ἀδὰμ ἑνὼχ, λέγων, ἰδοὺ ἦλθε κύριος ἐν μυριάσιν ἁγίαις αὑτοῦ
TR1550 15 ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐξελέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν, περὶ πάντων τῶν ἔργων ἀσεβείας αὑτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς
TR1550 16 οὗτοί εἰσιν γογγυσταὶ, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὑτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα, ὠφελείας χάριν
TR1550 17 ὑμεῖς δὲ ἀγαπητοὶ μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ
TR1550 18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν
TR1550 19 οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοὶ, πνεῦμα μὴ ἔχοντες
TR1550 20 ὑμεῖς δὲ, ἀγαπητοὶ, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι
TR1550 21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, εἰς ζωὴν αἰώνιον
TR1550 22 καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι
TR1550 23 οὓς δὲ ἐν φόβῳ σώζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα
TR1550 24 τῷ δὲ δυναμένῳ φυλάξαι αὐτούς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὑτοῦ ἀμώμους ἐν ἀγαλλιάσει
TR1550 25 μόνῳ σοφῷ θεῷ σωτῆρι ἡμῶν δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας ἀμήν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées