Lueur.org - Un éclairage sur la foi

Comparer

Luc 1

TR1550 1 ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων

TR1550 2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου

TR1550 3 ἔδοξεν κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι κράτιστε φεόφιλε

TR1550 4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν

TR1550 5 ἐγένετο ἐν ταῖς ἡμέραις ἡρῴδου τοῦ βασιλέως τῆς ἰουδαίας ἱερεύς τις ὀνόματι ξαχαρίας ἐξ ἐφημερίας ἀβιά καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων ἀαρών καὶ τὸ ὄνομα αὐτῆς ἐλισάβετ

TR1550 6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ θεοῦ πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι

TR1550 7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον καθότι ἡ ἐλισάβετ ἦν στεῖρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν

TR1550 8 ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ

TR1550 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου

TR1550 10 καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος

TR1550 11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος

TR1550 12 καὶ ἐταράχθη ξαχαρίας ἰδών καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν

TR1550 13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος μὴ φοβοῦ ξαχαρία διότι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου ἐλισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰωάννην

TR1550 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται

TR1550 15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ κυρίου καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ

TR1550 16 καὶ πολλοὺς τῶν υἱῶν ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν

TR1550 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ἠλίου ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον

TR1550 18 καὶ εἶπεν ξαχαρίας πρὸς τὸν ἄγγελον κατὰ τί γνώσομαι τοῦτο ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς

TR1550 19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ ἐγώ εἰμι γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα

TR1550 20 καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἡς ἡμέρας γένηται ταῦτα ἀνθ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν

TR1550 21 καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν ξαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν ἐν τῷ ναῷ

TR1550 22 ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν κωφός

TR1550 23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ

TR1550 24 μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα

TR1550 25 ὅτι οὕτως μοι πεποίηκεν ὁ κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις

TR1550 26 ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς γαλιλαίας ᾗ ὄνομα ναζαρὲτ

TR1550 27 πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα ἰωσὴφ ἐξ οἴκου δαβίδ καὶ τὸ ὄνομα τῆς παρθένου μαριάμ

TR1550 28 καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπεν χαῖρε κεχαριτωμένη ὁ κύριος μετὰ σοῦ εὐλογημένη σὺ ἐν γυναιξίν

TR1550 29 ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος

TR1550 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ μὴ φοβοῦ μαριάμ εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ

TR1550 31 καὶ ἰδού, συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν

TR1550 32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον δαβὶδ τοῦ πατρὸς αὐτοῦ

TR1550 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος

TR1550 34 εἶπεν δὲ μαριὰμ πρὸς τὸν ἄγγελον πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω

TR1550 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ

TR1550 36 καὶ ἰδού, ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνείληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ

TR1550 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ θεῷ πᾶν ῥῆμα

TR1550 38 εἶπεν δὲ μαριάμ ἰδού, ἡ δούλη κυρίου γένοιτό μοι κατὰ τὸ ῥῆμά σου καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος

TR1550 39 ἀναστᾶσα δὲ μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ἰούδα

TR1550 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον ξαχαρίου καὶ ἠσπάσατο τὴν ἐλισάβετ

TR1550 41 καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ἐλισάβετ τὸν ἀσπασμὸν τῆς μαρίας ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ ἐλισάβετ

TR1550 42 καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ καὶ εἶπεν εὐλογημένη σὺ ἐν γυναιξίν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου

TR1550 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς μέ

TR1550 44 ἰδού, γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου

TR1550 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου

TR1550 46 καὶ εἶπεν μαριάμ μεγαλύνει ἥ ψυχή μου τόν κύριόν

TR1550 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου

TR1550 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδού, γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί

TR1550 49 ὅτι ἐποίησέν μοι μεγάλεῖα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ

TR1550 50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν

TR1550 51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν

TR1550 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς

TR1550 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς

TR1550 54 ἀντελάβετο ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους

TR1550 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν τῷ ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα

TR1550 56 ἕμεινεν δὲ μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς

TR1550 57 τῇ δὲ ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν καὶ ἐγέννησεν υἱόν

TR1550 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς καὶ συνέχαιρον αὐτῇ

TR1550 59 καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ ξαχαρίαν

TR1550 60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν οὐχί ἀλλὰ κληθήσεται ἰωάννης

TR1550 61 καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενεία σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ

TR1550 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν

TR1550 63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ καὶ ἐθαύμασαν πάντες

TR1550 64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ καὶ ἐλάλει εὐλογῶν τὸν θεόν

TR1550 65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα

TR1550 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες τί ἄρα τὸ παιδίον τοῦτο ἔσται καὶ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ

TR1550 67 καὶ ξαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ προεφήτευσεν λέγων

TR1550 68 εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ἰσραήλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ

TR1550 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ δαβὶδ τοῦ παιδὸς αὐτοῦ

TR1550 70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ

TR1550 71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς

TR1550 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ

TR1550 73 ὅρκον ὃν ὤμοσεν πρὸς ἀβραὰμ τὸν πατέρα ἡμῶν

TR1550 74 τοῦ δοῦναί ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ

TR1550 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τὴς ζωῆς ἡμῶν

TR1550 76 καὶ σὺ παιδίον προφήτης ὑψίστου κληθήσῃ προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ

TR1550 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν

TR1550 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους

TR1550 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης

TR1550 80 τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ἰσραήλ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées