Comparer
Luc 10:38-42TR1550 38 ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν εἰς τὸν οἶκον αὑτῆς
TR1550 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριά, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ἰησοῦ, ἤκουεν τὸν λόγον αὐτοῦ
TR1550 40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπεν κύριε οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται
TR1550 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ἰησοῦς, μάρθα μάρθα μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά
TR1550 42 ἑνὸς δέ ἐστιν χρεία μαριά δέ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées