Lueur.org - Un éclairage sur la foi

Comparer

Luc 10

TR1550 1 μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος καὶ ἑτέρους ἑβδομήκοντα καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι

TR1550 2 ἔλεγεν οὖν πρὸς αὐτούς ὁ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ

TR1550 3 ὑπάγετε ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων

TR1550 4 μὴ βαστάζετε βαλάντιον, μὴ πήραν μηδὲ ὑποδήματα καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε

TR1550 5 εἰς ἣν δ᾽ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε εἰρήνη τῷ οἴκῳ τούτῳ

TR1550 6 καὶ ἐὰν μέν ᾖ ἐκεῖ υἱὸς εἰρήνης ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει

TR1550 7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστιν μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν

TR1550 8 καὶ εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν

TR1550 9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ

TR1550 10 εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε

TR1550 11 καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ

TR1550 12 λέγω δὲ ὑμῖν ὅτι σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ

TR1550 13 οὐαί σοι χωραζίν οὐαί σοι βηθσαϊδά ὅτι εἰ ἐν τύρῳ καὶ σιδῶνι ἐγένοντο, αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν

TR1550 14 πλὴν τύρῳ καὶ σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν

TR1550 15 καὶ σύ καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ

TR1550 16 ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με

TR1550 17 ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου

TR1550 18 εἶπεν δὲ αὐτοῖς ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα

TR1550 19 ἰδού, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ

TR1550 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς

TR1550 21 ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ἰησοῦς, καὶ εἶπεν ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ναί ὁ πατήρ ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου

TR1550 22 καὶ στραφείς πρός τούς μαθητάς εἶπεν πάντα παρεδόθη μοι ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι

TR1550 23 καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε

TR1550 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν

TR1550 25 καὶ ἰδού, νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων, διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω

TR1550 26 ὁ δὲ εἶπεν πρὸς αὐτόν ἐν τῷ νόμῳ τί γέγραπται πῶς ἀναγινώσκεις

TR1550 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν

TR1550 28 εἶπεν δὲ αὐτῷ ὀρθῶς ἀπεκρίθης τοῦτο ποίει καὶ ζήσῃ

TR1550 29 ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπεν πρὸς τὸν ἰησοῦν καὶ τίς ἐστίν μου πλησίον

TR1550 30 ὑπολαβὼν δέ ὁ ἰησοῦς εἶπεν ἄνθρωπός τις κατέβαινεν ἀπὸ ἰερουσαλὴμ εἰς ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα

TR1550 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν

TR1550 32 ὁμοίως δὲ καὶ λευίτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν

TR1550 33 σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτὸν καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη

TR1550 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ

TR1550 35 καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ, ἐπιμελήθητι αὐτοῦ καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι

TR1550 36 τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς

TR1550 37 ὁ δὲ εἶπεν ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ εἶπεν οὖν αὐτῷ ὁ ἰησοῦς πορεύου καὶ σὺ ποίει ὁμοίως

TR1550 38 ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν εἰς τὸν οἶκον αὑτῆς

TR1550 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριά, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ἰησοῦ, ἤκουεν τὸν λόγον αὐτοῦ

TR1550 40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπεν κύριε οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται

TR1550 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ἰησοῦς, μάρθα μάρθα μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά

TR1550 42 ἑνὸς δέ ἐστιν χρεία μαριά δέ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées