Comparer
Luc 13TR1550 1 παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν γαλιλαίων ὧν τὸ αἷμα πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν
TR1550 2 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς δοκεῖτε ὅτι οἱ γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς γαλιλαίους ἐγένοντο ὅτι τοιαῦτα πεπόνθασιν
TR1550 3 οὐχί λέγω ὑμῖν ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε
TR1550 4 ἢ ἐκεῖνοι οἱ δεκα καὶ οκτὼ, ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς δοκεῖτε ὅτι οὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας ἐν ἰερουσαλήμ
TR1550 5 οὐχί λέγω ὑμῖν ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε
TR1550 6 ἕλεγεν δὲ ταύτην τὴν παραβολήν συκῆν εἶχέν τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην καὶ ἦλθεν καρπὸν ζητῶν ἐν αὐτῇ καὶ οὐχ εὗρεν
TR1550 7 εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν ἰδού, τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω ἔκκοψον αὐτήν ἱνατί καὶ τὴν γῆν καταργεῖ
TR1550 8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ κύριε ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπριαν,
TR1550 9 κἂν μὲν ποιήσῃ καρπὸν εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν
TR1550 10 ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν
TR1550 11 καὶ ἰδού, γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτὼ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές
TR1550 12 ἰδὼν δὲ αὐτὴν ὁ ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ γύναι ἀπολέλυσαι τῆς ἀσθενείας σου
TR1550 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζεν τὸν θεόν
TR1550 14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ ἰησοῦς ἔλεγεν τῷ ὄχλῳ ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου
TR1550 15 ἀπεκρίθη οὖν αὐτῷ ὁ κύριος καὶ εἶπεν ὑποκριτά ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει
TR1550 16 ταύτην δὲ θυγατέρα ἀβραὰμ οὖσαν ἣν ἔδησεν ὁ σατανᾶς ἰδού, δέκα καὶ ὀκτὼ ἔτη οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου
TR1550 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ
TR1550 18 ἕλεγεν δὲ, τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ καὶ τίνι ὁμοιώσω αὐτήν
TR1550 19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ
TR1550 20 καὶ πάλιν εἶπεν τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ
TR1550 21 ὁμοία ἐστὶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον
TR1550 22 καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ἰερουσαλήμ
TR1550 23 εἶπεν δέ τις αὐτῷ κύριε εἰ ὀλίγοι οἱ σῳζόμενοι ὁ δὲ εἶπεν πρὸς αὐτούς
TR1550 24 ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης ὅτι πολλοί λέγω ὑμῖν ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν
TR1550 25 ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες κύριε κύριε, ἄνοιξον ἡμῖν καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ
TR1550 26 τότε ἄρξεσθε λέγειν ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας
TR1550 27 καὶ ἐρεῖ λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ ἀπόστητε ἀπ᾽ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας
TR1550 28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων ὅταν ὄψησθε ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω
TR1550 29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βοῤῥᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
TR1550 30 καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι
TR1550 31 ἐν αὐτῇ τῇ ἡμέρα προσῆλθόν τινες φαρισαῖοι λέγοντες αὐτῷ ἕξελθε καὶ πορεύου ἐντεῦθεν ὅτι ἡρῴδης θέλει σε ἀποκτεῖναι
TR1550 32 καὶ εἶπεν αὐτοῖς πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ τελειοῦμαι
TR1550 33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω ἰερουσαλήμ
TR1550 34 ἰερουσαλὴμ ἰερουσαλήμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε
TR1550 35 ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος ἀμὴν δὲ λέγω ὑμῖν ὅτι οὐ μὴ με ἴδητέ ἕως ἄν ἥξῃ, ὅτε εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées