Comparer
Luc 17:1-10TR1550 1 εἶπεν δὲ πρὸς τοὺς μαθητὰς ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται
TR1550 2 λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων
TR1550 3 προσέχετε ἑαυτοῖς ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ
TR1550 4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτη εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ ἐπὶ σὲ λέγων, μετανοῶ ἀφήσεις αὐτῷ
TR1550 5 καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ πρόσθες ἡμῖν πίστιν
TR1550 6 εἶπεν δὲ ὁ κύριος εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ καὶ ὑπήκουσεν ἂν ὑμῖν
TR1550 7 τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ εὐθέως παρελθὼν ἀνάπεσαι
TR1550 8 ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ
TR1550 9 μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα αὐτῷ οὐ δοκῶ
TR1550 10 οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées