Comparer
Luc 17TR1550 1 εἶπεν δὲ πρὸς τοὺς μαθητὰς ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται
TR1550 2 λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων
TR1550 3 προσέχετε ἑαυτοῖς ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ
TR1550 4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτη εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ ἐπὶ σὲ λέγων, μετανοῶ ἀφήσεις αὐτῷ
TR1550 5 καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ πρόσθες ἡμῖν πίστιν
TR1550 6 εἶπεν δὲ ὁ κύριος εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ καὶ ὑπήκουσεν ἂν ὑμῖν
TR1550 7 τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ εὐθέως παρελθὼν ἀνάπεσαι
TR1550 8 ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ
TR1550 9 μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα αὐτῷ οὐ δοκῶ
TR1550 10 οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν
TR1550 11 καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσου σαμαρείας καὶ γαλιλαίας
TR1550 12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόῤῥωθεν
TR1550 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες ἰησοῦ ἐπιστάτα ἐλέησον ἡμᾶς
TR1550 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν
TR1550 15 εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν
TR1550 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ καὶ αὐτὸς ἦν σαμαρείτης
TR1550 17 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα ποῦ
TR1550 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος
TR1550 19 καὶ εἶπεν αὐτῷ ἀναστὰς πορεύου ἡ πίστις σου σέσωκέν σε
TR1550 20 ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως
TR1550 21 οὐδὲ ἐροῦσιν ἰδού, ὧδε ἤ ἰδού, ἐκεῖ ἰδού, γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν
TR1550 22 εἶπεν δὲ πρὸς τοὺς μαθητάς ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε
TR1550 23 καὶ ἐροῦσιν ὑμῖν ἰδού, ὧδε ἤ Ἶδοὺ ἐκεῖ μὴ ἆπέλθητε μηδὲ διώξητε
TR1550 24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ᾽ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ
TR1550 25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης
TR1550 26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου
TR1550 27 ἤσθιον ἔπινον ἐγάμουν ἐξεγαμίζοντο ἄχρι ἡς ἡμέρας εἰσῆλθεν νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας
TR1550 28 ὁμοίως καὶ ὼς ἐγένετο ἐν ταῖς ἡμέραις λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν
TR1550 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν λὼτ ἀπὸ σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας
TR1550 30 κατὰ ταὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται
TR1550 31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω
TR1550 32 μνημονεύετε τῆς γυναικὸς λώτ
TR1550 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν ζῳογονήσει αὐτήν
TR1550 34 λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ὁ εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται
TR1550 35 δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται
TR1550 36 δύο ἔσονται ἐν τῶ ἀγρῷ ὁ ἑἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται
TR1550 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ ποῦ κύριε ὁ δὲ εἶπεν αὐτοῖς ὅπου τὸ σῶμα ἐκεῖ συναχθήσονται οἱ ἀετοὶ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées