Comparer
Luc 2TR1550 1 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ καίσαρος αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην
TR1550 2 αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς συρίας κυρηνίου
TR1550 3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι ἕκαστος εἰς τὴν ἰδίαν πόλιν
TR1550 4 ἀνέβη δὲ καὶ ἰωσὴφ ἀπὸ τῆς γαλιλαίας ἐκ πόλεως ναζαρὲτ εἰς τὴν ἰουδαίαν εἰς πόλιν δαβὶδ, ἥτις καλεῖται βηθλέεμ διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς δαβίδ,
TR1550 5 ἀπογράψασθαι σὺν μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ
TR1550 6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν
TR1550 7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι
TR1550 8 καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν
TR1550 9 καὶ ἰδού, ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς καὶ ἐφοβήθησαν φόβον μέγαν
TR1550 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος μὴ φοβεῖσθε ἰδού, γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ
TR1550 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει δαβίδ
TR1550 12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον εὑρήσετε βρέφος ἐσπαργανωμένον κείμενον ἐν τῇ φάτνῃ
TR1550 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων
TR1550 14 δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία
TR1550 15 καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι καὶ οἱ ἀνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους διέλθωμεν δὴ ἕως βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν
TR1550 16 καὶ ἦλθον σπεύσαντες καὶ ἀνεῦρον, τήν τε μαριὰμ καὶ τὸν ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ
TR1550 17 ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου
TR1550 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς
TR1550 19 ἡ δὲ μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς
TR1550 20 καὶ ἐπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς
TR1550 21 καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ἰησοῦς τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτόν ἐν τῇ κοιλίᾳ
TR1550 22 καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον μωσέως, ἀνήγαγον αὐτὸν εἰς ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ
TR1550 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται
TR1550 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν
TR1550 25 καὶ ἰδού, ἦν ἄνθρωπος ἐν ἰερουσαλὴμ ᾧ ὄνομα συμεών καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής προσδεχόμενος παράκλησιν τοῦ ἰσραήλ καὶ πνεῦμα ἅγιον ἦν ἐπ᾽ αὐτόν
TR1550 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν χριστὸν κυρίου
TR1550 27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ
TR1550 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ, καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν
TR1550 29 νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ
TR1550 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου
TR1550 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν
TR1550 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου ἰσραήλ
TR1550 33 καὶ ἦν ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ
TR1550 34 καὶ εὐλόγησεν αὐτοὺς συμεὼν καὶ εἶπεν πρὸς μαριὰμ τὴν μητέρα αὐτοῦ ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον
TR1550 35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί
TR1550 36 καὶ ἦν ἅννα προφῆτις θυγάτηρ φανουήλ ἐκ φυλῆς ἀσήρ αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς
TR1550 37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοηκοντατεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν
TR1550 38 καὶ αὐτῇ αὕτη τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν ἰερουσαλήμ
TR1550 39 καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον κυρίου ὑπέστρεψαν εἰς τὴν γαλιλαίαν εἰς τὴν πόλιν αὑτῶν ναζαρέτ
TR1550 40 τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας καὶ χάρις θεοῦ ἦν ἐπ᾽ αὐτό
TR1550 41 καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα
TR1550 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα ἀναβάντων αὐτῶν εἰς ἰεροσόλυμα, κατὰ τὸ ἔθος τῆς ἑορτῆς
TR1550 43 καὶ τελειωσάντων τὰς ἡμέρας ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ἰησοῦς ὁ παῖς ἐν ἰερουσαλήμ καὶ οὐκ ἔγνω ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ
TR1550 44 νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ ἐν τοῖς γνωστοῖς
TR1550 45 καὶ μὴ εὑρόντες αὐτόν ὑπέστρεψαν εἰς ἰερουσαλὴμ ζητοῦντες αὐτὸν,
TR1550 46 καὶ ἐγένετο μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς
TR1550 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ
TR1550 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν τέκνον τί ἐποίησας ἡμῖν οὕτως ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε
TR1550 49 καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐζητεῖτέ με οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με
TR1550 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς
TR1550 51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς ναζαρέτ καὶ ἦν ὑποτασσόμενος αὐτοῖς καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς
TR1550 52 καὶ ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées