Lueur.org - Un éclairage sur la foi

Comparer

Luc 20

TR1550 1 καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις

TR1550 2 καὶ εἰπὸν πρὸς αὐτόν λέγοντες εἰπε ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην

TR1550 3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι

TR1550 4 τὸ βάπτισμα ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων

TR1550 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ

TR1550 6 ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς πεπεισμένος γάρ ἐστιν ἰωάννην προφήτην εἶναι

TR1550 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν

TR1550 8 καὶ ὁ ἰησοῦς εἶπεν αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ

TR1550 9 ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς

TR1550 10 καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν

TR1550 11 καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν

TR1550 12 καὶ προσέθετο πέμψαι τρίτον οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον

TR1550 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται

TR1550 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς, λέγοντες οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται ἡ κληρονομία

TR1550 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος

TR1550 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις ἀκούσαντες δὲ εἶπον, μὴ γένοιτο

TR1550 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας

TR1550 18 πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν

TR1550 19 καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν

TR1550 20 καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος

TR1550 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις

TR1550 22 ἔξεστιν ἡμῖν καίσαρι φόρον δοῦναι ἢ οὔ

TR1550 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς τί μέ πειράζετε

TR1550 24 ἐπιδείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν ἀποκριθέντες δὲ εἶπον, καίσαρος

TR1550 25 ὁ δὲ εἶπεν αὐτοῖς, ἀπόδοτε τοίνυν τὰ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ

TR1550 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν

TR1550 27 προσελθόντες δέ τινες τῶν σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι ἐπηρώτησαν αὐτὸν

TR1550 28 λέγοντες διδάσκαλε μωσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ

TR1550 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος

TR1550 30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὑτὸς απέθανεν ἄτεκνος

TR1550 31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον

TR1550 32 ὕστερον δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνὴ

TR1550 33 ἐν τῇ οὖν ἀναστάσει τίνος αὐτῶν γίνεται γυνὴ οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα

TR1550 34 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ ἰησοῦς οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται,

TR1550 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίσκονται

TR1550 36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν τοῦ θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες

TR1550 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου ὡς λέγει κύριον τὸν θεὸν ἀβραὰμ καὶ τὸν θεὸν ἰσαὰκ καὶ τόν θεὸν ἰακώβ

TR1550 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων πάντες γὰρ αὐτῷ ζῶσιν

TR1550 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, διδάσκαλε καλῶς εἶπας

TR1550 40 οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν

TR1550 41 εἶπεν δὲ πρὸς αὐτούς πῶς λέγουσιν τὸν χριστὸν υἱόν δαβὶδ εἶναι

TR1550 42 καὶ αὐτὸς δαβὶδ λέγει ἐν βίβλῳ ψαλμῶν εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου

TR1550 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου

TR1550 44 δαβὶδ οὖν κύριον αὐτὸν καλεῖ καὶ πῶς υἱός αὐτοῦ ἐστιν

TR1550 45 ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ

TR1550 46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις

TR1550 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται οὗτοι λήψονται περισσότερον κρίμα

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées