Comparer
Luc 22TR1550 1 ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα
TR1550 2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦντο γὰρ τὸν λαόν
TR1550 3 εἰσῆλθεν δὲ ὁ σατανᾶς εἰς ἰούδαν τὸν ἐπικαλούμενον ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα
TR1550 4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ τοῖς στρατηγοῖς τὸ πῶς αὐτόν παραδῷ αὐτοῖς
TR1550 5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι
TR1550 6 καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου
TR1550 7 ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα
TR1550 8 καὶ ἀπέστειλεν πέτρον καὶ ἰωάννην εἰπών πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν
TR1550 9 οἱ δὲ εἶπον αὐτῷ ποῦ θέλεις ἑτοιμάσωμεν
TR1550 10 ὁ δὲ εἶπεν αὐτοῖς ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται
TR1550 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας λέγει σοι ὁ διδάσκαλος ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω
TR1550 12 κἀκεῖνος ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἐκεῖ ἑτοιμάσατε
TR1550 13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα
TR1550 14 καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ
TR1550 15 καὶ εἶπεν πρὸς αὐτούς ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν
TR1550 16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
TR1550 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς
TR1550 18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ
TR1550 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
TR1550 20 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων, τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον
TR1550 21 πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης
TR1550 22 καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται
TR1550 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν
TR1550 24 ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων
TR1550 25 ὁ δὲ εἶπεν αὐτοῖς οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται
TR1550 26 ὑμεῖς δὲ οὐχ οὕτως ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν
TR1550 27 τίς γὰρ μείζων ὁ ἀνακείμενος ἢ ὁ διακονῶν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν
TR1550 28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου
TR1550 29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν
TR1550 30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθίσησθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ
TR1550 31 εἶπεν δὲ ὁ κύριος, σίμων σίμων ἰδού, ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον
TR1550 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου
TR1550 33 ὁ δὲ εἶπεν αὐτῷ κύριε μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι
TR1550 34 ὁ δὲ εἶπεν λέγω σοι πέτρε οὐ μή φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρίς ἀπαρνήσῃ μή εἰδέναι με
TR1550 35 καὶ εἶπεν αὐτοῖς ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε οἱ δὲ εἶπον, οὐδενός
TR1550 36 εἶπεν οὖν αὐτοῖς ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν
TR1550 37 λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει
TR1550 38 οἱ δὲ εἶπον, κύριε ἰδού, μάχαιραι ὧδε δύο ὁ δὲ εἶπεν αὐτοῖς ἱκανόν ἐστιν
TR1550 39 καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ
TR1550 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν
TR1550 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο
TR1550 42 λέγων, πάτερ εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γενέσθω
TR1550 43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν
TR1550 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν
TR1550 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης
TR1550 46 καὶ εἶπεν αὐτοῖς τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν
TR1550 47 ἕτι δέ αὐτοῦ λαλοῦντος ἰδού, ὄχλος καὶ ὁ λεγόμενος ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτῶν, καὶ ἤγγισεν τῷ ἰησοῦ φιλῆσαι αὐτόν
TR1550 48 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ ἰούδα φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως
TR1550 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ, κύριε εἰ πατάξομεν ἐν μαχαίρᾳ
TR1550 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν
TR1550 51 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν ἐᾶτε ἕως τούτου καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν
TR1550 52 εἶπεν δὲ ὁ ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους ης ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων
TR1550 53 καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ ἀλλ᾽ αὕτη ὑμῶν ἐστὶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους
TR1550 54 συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως ὁ δὲ πέτρος ἠκολούθει μακρόθεν
TR1550 55 ἀψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ πέτρος ἐν μέσῳ αὐτῶν,
TR1550 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν καὶ οὗτος σὺν αὖτῷ ἦν
TR1550 57 ὁ δὲ ἠρνήσατο αὐτόν λέγων, γύναι, οὐκ οἶδα αὐτὸν
TR1550 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη καὶ σὺ ἐξ αὐτῶν εἶ ὁ δὲ πέτρος εἴπεν, ἄνθρωπε οὐκ εἰμί
TR1550 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων, ἐπ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν καὶ γὰρ γαλιλαῖός ἐστιν
TR1550 60 εἶπεν δὲ ὁ πέτρος ἄνθρωπε οὐκ οἶδα ὃ λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ὁ ἀλέκτωρ
TR1550 61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ πέτρῳ καὶ ὑπεμνήσθη ὁ πέτρος τοῦ λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς
TR1550 62 καὶ ἐξελθὼν ἔξω ὁ πέτρος ἔκλαυσεν πικρῶς
TR1550 63 καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες
TR1550 64 καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτὸν, λέγοντες προφήτευσον τίς ἐστιν ὁ παίσας σε
TR1550 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν
TR1550 66 καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν, λέγοντες
TR1550 67 εἰ σὺ εἶ ὁ χριστός εἰπὲ ἡμῖν εἶπεν δὲ αὐτοῖς ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε
TR1550 68 ἐὰν δὲ καὶ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε μοι, ἢ ἀπολύσητε
TR1550 69 ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ
TR1550 70 εἶπον δὲ πάντες σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ δὲ πρὸς αὐτοὺς ἔφη ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι
TR1550 71 οἱ δὲ εἶπον, τί ἔτι χρείαν ἔχομεν μαρτυρίας αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées