Comparer
Luc 24TR1550 1 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα καί τινές σύν αὐταῖς
TR1550 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου
TR1550 3 καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου ἰησοῦ
TR1550 4 καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις
TR1550 5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν
TR1550 6 οὐκ ἔστιν ὧδε ἀλλ᾽ ἠγέρθη μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ γαλιλαίᾳ
TR1550 7 λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι
TR1550 8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ
TR1550 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς
TR1550 10 ἦσαν δὲ ἡ μαγδαληνὴ μαρία καὶ ἰωάννα καὶ μαρία ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς αἱ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα
TR1550 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν καὶ ἠπίστουν αὐταῖς
TR1550 12 ὁ δὲ πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός
TR1550 13 καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ἰερουσαλήμ ᾗ ὄνομα ἐμμαοῦς
TR1550 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων
TR1550 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς
TR1550 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν
TR1550 17 εἶπεν δὲ πρὸς αὐτούς τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καὶ ἐστὲ σκυθρωποί
TR1550 18 ἀποκριθεὶς δὲ ὁ εἷς ᾧ ὄνομα κλεοπᾶς εἶπεν πρὸς αὐτόν σὺ μόνος παροικεῖς ἐν ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις
TR1550 19 καὶ εἶπεν αὐτοῖς ποῖα οἱ δὲ εἶπον αὐτῷ τὰ περὶ ἰησοῦ τοῦ ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ
TR1550 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν
TR1550 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ἰσραήλ ἀλλά γε σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ᾽ οὗ ταῦτα ἐγένετο
TR1550 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὀρθριαὶ ἐπὶ τὸ μνημεῖον
TR1550 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτὸν ζῆν
TR1550 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον αὐτὸν δὲ οὐκ εἶδον
TR1550 25 καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται
TR1550 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ
TR1550 27 καὶ ἀρξάμενος ἀπὸ μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ
TR1550 28 καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι
TR1550 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες μεῖνον μεθ᾽ ἡμῶν ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἡ ἡμέρα καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς
TR1550 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς
TR1550 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν
TR1550 32 καὶ εἶπον πρὸς ἀλλήλους οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς
TR1550 33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς ἰερουσαλήμ καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς
TR1550 34 λέγοντας ὅτι ἠγέρθη ὁ κύριος ὄντως καὶ ὤφθη σίμωνι
TR1550 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου
TR1550 36 ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς εἰρήνη ὑμῖν
TR1550 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν
TR1550 38 καὶ εἶπεν αὐτοῖς τί τεταραγμένοι ἐστέ καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν
TR1550 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι αὐτός ἐγώ εἰμι ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα
TR1550 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας
TR1550 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς ἕχετέ τι βρώσιμον ἐνθάδε
TR1550 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου
TR1550 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν
TR1550 44 εἶπεν δὲ αὐτοῖς οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ
TR1550 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς
TR1550 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ
TR1550 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη ἀρξάμενον ἀπὸ ἰερουσαλήμ
TR1550 48 ὑμεῖς δὲ ἐστε μάρτυρες τούτων
TR1550 49 καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἰερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους
TR1550 50 ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως εἰς βηθανίαν καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς
TR1550 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν
TR1550 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης
TR1550 53 καὶ ἦσαν διαπαντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν θεόν ἀμήν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées