Comparer
Luc 4TR1550 1 ἰησοῦς δὲ πνεύματος ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύματι εἰς τήν ἔρημον
TR1550 2 ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασεν
TR1550 3 καὶ εἶπεν αὐτῷ ὁ διάβολος εἰ υἱὸς εἶ τοῦ θεοῦ εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος
TR1550 4 καὶ ἀπεκρίθη ἰησοῦς πρὸς αὐτὸν λέγων, γέγραπται ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι φεοῦ
TR1550 5 καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου
TR1550 6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν
TR1550 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον μοῦ, ἔσται σοῦ πάντα
TR1550 8 καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ ἰησοῦς ὑπαγε ὀπίσω μου, σατανᾶ γέγραπται γὰρ προσκυνήσεις κύριον τὸν θεόν σου καὶ αὐτῷ μόνῳ λατρεύσεις
TR1550 9 καὶ ἤγαγεν αὐτὸν εἰς ἰερουσαλὴμ καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ εἰ ὁ υἱὸς εἶ τοῦ θεοῦ βάλε σεαυτὸν ἐντεῦθεν κάτω
TR1550 10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε
TR1550 11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου
TR1550 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ ἰησοῦς ὅτι εἴρηται οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου
TR1550 13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ
TR1550 14 καὶ ὑπέστρεψεν ὁ ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν γαλιλαίαν καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ
TR1550 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων
TR1550 16 καὶ ἦλθεν εἰς τὴν ναζαρέτ οὗ ἦν τεθραμμένος καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν καὶ ἀνέστη ἀναγνῶναι
TR1550 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον ἠσαΐου τοῦ προφήτου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον
TR1550 18 πνεῦμα κυρίου ἐπ᾽ ἐμέ οὗ ἕνεκεν ἔχρισέν με εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέν με ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει
TR1550 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν
TR1550 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ
TR1550 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν
TR1550 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον οὐχ οὗτος ἐστιν ὁ υἱός ἰωσὴφ
TR1550 23 καὶ εἶπεν πρὸς αὐτούς πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην ἰατρέ θεράπευσον σεαυτόν ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου
TR1550 24 εἶπεν δέ ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ
TR1550 25 ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ἠλίου ἐν τῷ ἰσραήλ ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν
TR1550 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ἠλίας εἰ μὴ εἰς σάρεπτα τῆς σιδῶνος πρὸς γυναῖκα χήραν
TR1550 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ἐλισσαίου τοῦ προφήτου ἐν τῷ ἰσραὴλ καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ νεεμὰν ὁ σύρος
TR1550 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα
TR1550 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο εἰς τὸ κατακρημνίσαι αὐτόν
TR1550 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο
TR1550 31 καὶ κατῆλθεν εἰς καπερναοὺμ πόλιν τῆς γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν
TR1550 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ
TR1550 33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ
TR1550 34 λέγων, ἕα τί ἡμῖν καὶ σοί ἰησοῦ ναζαρηνέ ἦλθες ἀπολέσαι ἡμᾶς οἶδά σε τίς εἶ ὁ ἅγιος τοῦ θεοῦ
TR1550 35 καὶ ἐπετίμησεν αὐτῷ ὁ ἰησοῦς λέγων, φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν
TR1550 36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν καὶ ἐξέρχονται
TR1550 37 καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου
TR1550 38 ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν σίμωνος ἡ πενθερὰ δὲ τοῦ σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς
TR1550 39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ καὶ ἀφῆκεν αὐτήν παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς
TR1550 40 δύνοντος δὲ τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς, ἐθεράπευσεν αὐτούς
TR1550 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κράζοντα καὶ λέγοντα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι
TR1550 42 γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον καὶ οἱ ὄχλοι ἐζήτουν αὐτόν καὶ ἦλθον ἕως αὐτοῦ καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν
TR1550 43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ ὅτι εἲς τοῦτο ἀπεστάλμαι
TR1550 44 καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς τῆς γαλιλαίας
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées