Lueur.org - Un éclairage sur la foi

Comparer

Luc 5

TR1550 1 ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην γεννησαρέτ

TR1550 2 καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα

TR1550 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων ὃ ἦν τοῦ σίμωνος ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους

TR1550 4 ὡς δὲ ἐπαύσατο λαλῶν εἶπεν πρὸς τὸν σίμωνα ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν

TR1550 5 καὶ ἀποκριθεὶς ὁ σίμων εἶπεν αὐτῷ, ἐπιστάτα δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον

TR1550 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν ἰχθύων πλῆθος πολύ διεῤῥήγνυτο δὲ τὸ δίκτυον αὐτῶν

TR1550 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά

TR1550 8 ἰδὼν δὲ σίμων πέτρος προσέπεσεν τοῖς γόνασιν τοῦ ἰησοῦ λέγων, ἕξελθε ἀπ᾽ ἐμοῦ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε

TR1550 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ἥ συνέλαβον

TR1550 10 ὁμοίως δὲ καὶ ἰάκωβον καὶ ἰωάννην υἱοὺς ξεβεδαίου οἳ ἦσαν κοινωνοὶ τῷ σίμωνι καὶ εἶπεν πρὸς τὸν σίμωνα ὁ ἰησοῦς μὴ φοβοῦ ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν

TR1550 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ

TR1550 12 καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας καὶ ἰδὼν τὸν ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι

TR1550 13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπὼν, φέλω καθαρίσθητι καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ

TR1550 14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν μωσῆς, εἰς μαρτύριον αὐτοῖς

TR1550 15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾽ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν

TR1550 16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος

TR1550 17 καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων καὶ ἦσαν καθήμενοι φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς γαλιλαίας καὶ ἰουδαίας καὶ ἰερουσαλήμ καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς

TR1550 18 καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ

TR1550 19 καὶ μὴ εὑρόντες διὰ ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ ἰησοῦ

TR1550 20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ, ἄνθρωπε ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου

TR1550 21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι λέγοντες τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ θεός

TR1550 22 ἐπιγνοὺς δὲ ὁ ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν

TR1550 23 τί ἐστιν εὐκοπώτερον εἰπεῖν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ἢ εἰπεῖν ἕγειραι καὶ περιπάτει

TR1550 24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας εἶπεν τῷ παραλελυμένῳ σοὶ λέγω ἔγειραι, καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου

TR1550 25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν ἄρας ἐφ᾽ ᾧ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν

TR1550 26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον

TR1550 27 καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον καὶ εἶπεν αὐτῷ ἀκολούθει μοι

TR1550 28 καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ

TR1550 29 καὶ ἐποίησεν δοχὴν μεγάλην ὁ λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι

TR1550 30 καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες διατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε

TR1550 31 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτούς οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες

TR1550 32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν

TR1550 33 οἱ δὲ εἶπον πρὸς αὐτόν διατί οἱ μαθηταὶ ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται ὁμοίως καὶ οἱ τῶν φαρισαίων οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν

TR1550 34 ὁ δὲ εἶπεν πρὸς αὐτούς μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν ποιῆσαι νηστεύειν

TR1550 35 ἐλεύσονται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις

TR1550 36 ἕλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίζει καὶ τῷ παλαιῷ οὐ συμφωνει ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ

TR1550 37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μήγε, ῥήξει ὁ νέος οἶνος τοὺς ἀσκούς καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται

TR1550 38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον καὶ ἀμφότεροι συντηροῦνται

TR1550 39 καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον λέγει γάρ ὁ παλαιὸς χρηστότερός ἐστιν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées