Comparer
Luc 7TR1550 1 ἐπει δὲ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ εἰσῆλθεν εἰς καπερναούμ
TR1550 2 ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν ὃς ἦν αὐτῷ ἔντιμος
TR1550 3 ἀκούσας δὲ περὶ τοῦ ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ
TR1550 4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο
TR1550 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν
TR1550 6 ὁ δὲ ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ, κύριε μὴ σκύλλου οὐ γὰρ εἰμι ἱκανός ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς
TR1550 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν ἀλλὰ εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου
TR1550 8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ πορεύθητι καὶ πορεύεται καὶ ἄλλῳ ἕρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου ποίησον τοῦτο καὶ ποιεῖ
TR1550 9 ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς ἐθαύμασεν αὐτόν καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν λέγω ὑμῖν οὐδὲ ἐν τῷ ἰσραὴλ τοσαύτην πίστιν εὗρον
TR1550 10 καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα
TR1550 11 καὶ ἐγένετο ἐν τῇ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην ναΐν καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς
TR1550 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως καὶ ἰδού, ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ καὶ αὐτὴ ἦν χήρα καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ
TR1550 13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ μὴ κλαῖε
TR1550 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἶπεν νεανίσκε σοὶ λέγω ἐγέρθητι
TR1550 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ
TR1550 16 ἔλαβεν δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ
TR1550 17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ἰουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ
TR1550 18 καὶ ἀπήγγειλαν ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων
TR1550 19 καί προσκαλεσάμενος δύο τινάς τῶν μαθητῶν αὐτοῦ ὁ ἰωάννης ἔπεμψεν πρὸς τὸν ἰησοῦν, λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν
TR1550 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν
TR1550 21 ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν
TR1550 22 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς πορευθέντες ἀπαγγείλατε ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε ὅτι τυφλοὶ ἀναβλέπουσιν χωλοὶ περιπατοῦσιν λεπροὶ καθαρίζονται κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρονται πτωχοὶ εὐαγγελίζονται
TR1550 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
TR1550 24 ἀπελθόντων δὲ τῶν ἀγγέλων ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ἰωάννου τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον
TR1550 25 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν
TR1550 26 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν προφήτην ναί λέγω ὑμῖν καὶ περισσότερον προφήτου
TR1550 27 οὗτός ἐστιν περὶ οὗ γέγραπται ἰδού, ἐγώ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
TR1550 28 λέγω γὰρ ὑμῖν μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν
TR1550 29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν βαπτισθέντες τὸ βάπτισμα ἰωάννου
TR1550 30 οἱ δὲ φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ
TR1550 31 εἶπεν δὲ ὁ κύριος, τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι
TR1550 32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε
TR1550 33 ἐλήλυθεν γὰρ ἰωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων καὶ λέγετε δαιμόνιον ἔχει
TR1550 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγετε ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης τελωνῶν φίλος καὶ ἁμαρτωλῶν
TR1550 35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων
TR1550 36 ἠρώτα δέ τις αὐτὸν τῶν φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ καὶ εἰσελθὼν εἰς τὴν οἶκὶαν τοῦ φαρισαίου ἀνεκλίθη
TR1550 37 καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου κομίσασα ἀλάβαστρον μύρου
TR1550 38 καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ
TR1550 39 ἰδὼν δὲ ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν
TR1550 40 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν σίμων ἔχω σοί τι εἰπεῖν ὁ δέ φησίν διδάσκαλε εἰπέ
TR1550 41 δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια ὁ δὲ ἕτερος πεντήκοντα
TR1550 42 μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο τίς οὖν αὐτῶν εἶπὲ, πλεῖον αὐτόν ἀγαπήσει
TR1550 43 ἀποκριθεὶς δὲ ὁ σίμων εἶπεν ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο ὁ δὲ εἶπεν αὐτῷ ὀρθῶς ἔκρινας
TR1550 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ σίμωνι ἔφη βλέπεις ταύτην τὴν γυναῖκα εἰσῆλθόν σου εἰς τὴν οἰκίαν ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τὴς κεφαλῆς αὐτῆς ἐξέμαξεν
TR1550 45 φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ᾽ ἡς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας
TR1550 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρῳ ἤλειψεν μου τοὺς πόδας
TR1550 47 οὗ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ ᾧ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπᾷ
TR1550 48 εἶπεν δὲ αὐτῇ ἀφέωνταί σου αἱ ἁμαρτίαι
TR1550 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν
TR1550 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées