Comparer
Luc 9:1-9TR1550 1 συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὑτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν
TR1550 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας
TR1550 3 καὶ εἶπεν πρὸς αὐτούς μηδὲν αἴρετε εἰς τὴν ὁδόν μήτε ῥάβδους, μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν
TR1550 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε
TR1550 5 καὶ ὅσοι ἂν μὴ δέξωνταί ὑμᾶς ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς
TR1550 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ
TR1550 7 ἤκουσεν δὲ ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾽ αὐτοῦ πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι ἰωάννης ἐγήγερται ἐκ νεκρῶν
TR1550 8 ὑπό τινων δὲ ὅτι ἠλίας ἐφάνη ἄλλων δὲ ὅτι προφήτης εἷς τῶν ἀρχαίων ἀνέστη
TR1550 9 καὶ εἶπεν ὁ ἡρῴδης ἰωάννην ἐγὼ ἀπεκεφάλισα τίς δὲ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα καὶ ἐζήτει ἰδεῖν αὐτόν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées