Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 10

TR1550 1 κακεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς ἰουδαίας διὰ τοῦ πέραν τοῦ ἰορδάνου καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς

TR1550 2 καὶ προσελθόντες οἱ φαρισαῖοι ἐπηρώτησαν αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι πειράζοντες αὐτόν

TR1550 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς τί ὑμῖν ἐνετείλατο μωσῆς

TR1550 4 οἱ δὲ εἶπον, μωσῆς ἐπέτρεψεν βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι

TR1550 5 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην

TR1550 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ θεός

TR1550 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ

TR1550 8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ

TR1550 9 ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω

TR1550 10 καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν

TR1550 11 καὶ λέγει αὐτοῖς ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾽ αὐτήν

TR1550 12 καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῆ ἄλλῳ, μοιχᾶται

TR1550 13 καὶ προσέφερον αὐτῷ παιδία ἵνα ἅψηται αὐτῶν οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν

TR1550 14 ἰδὼν δὲ ὁ ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ

TR1550 15 ἀμὴν λέγω ὑμῖν ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν

TR1550 16 καὶ ἐναγκαλισάμενος αὐτὰ τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά ηὐλόγει αὐτὰ,

TR1550 17 καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν διδάσκαλε ἀγαθέ τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω

TR1550 18 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός

TR1550 19 τὰς ἐντολὰς οἶδας μὴ μοιχεύσῃς μὴ φονεύσῃς μὴ κλέψῃς μὴ ψευδομαρτυρήσῃς μὴ ἀποστερήσῃς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα

TR1550 20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ διδάσκαλε ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου

TR1550 21 ὁ δὲ ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ἕν σοί ὑστερεῖ ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι ἄρας τὸν σταυρόν

TR1550 22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά

TR1550 23 καὶ περιβλεψάμενος ὁ ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται

TR1550 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ ὁ δὲ ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς τέκνα πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν, εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν

TR1550 25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν

TR1550 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς καὶ τίς δύναται σωθῆναι

TR1550 27 ἐμβλέψας δὲ αὐτοῖς ὁ ἰησοῦς λέγει παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ᾽ οὐ παρὰ τῷ θεῷ πάντα γὰρ δυνατὰ ἐστίν παρὰ τῷ θεῷ

TR1550 28 καὶ ἤρξατο ὁ πέτρος λέγειν αὐτῷ ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι

TR1550 29 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν ἀμὴν λέγω ὑμῖν οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα, ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου

TR1550 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον

TR1550 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι

TR1550 32 ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ἱεροσόλυμα καὶ ἦν προάγων αὐτοὺς ὁ ἰησοῦς καὶ ἐθαμβοῦντο καὶ ἀκολουθοῦντες ἐφοβοῦντο καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν

TR1550 33 ὅτι ἰδού, ἀναβαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν

TR1550 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται

TR1550 35 καὶ προσπορεύονται αὐτῷ ἰάκωβος καὶ ἰωάννης οἱ υἱοὶ ξεβεδαίου λέγοντες διδάσκαλε θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν ποιήσῃς ἡμῖν

TR1550 36 ὁ δὲ εἶπεν αὐτοῖς τί θέλετέ ποιήσαι με ὑμῖν

TR1550 37 οἱ δὲ εἶπον αὐτῷ δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμῶν σου καθίσωμεν ἐν τῇ δόξῃ σου

TR1550 38 ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω καί τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι

TR1550 39 οἱ δὲ εἶπον αὐτῷ δυνάμεθα ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε

TR1550 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ᾽ οἷς ἡτοίμασται

TR1550 41 καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ἰακώβου καὶ ἰωάννου

TR1550 42 ὁ δὲ ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν

TR1550 43 οὐχ οὕτως δέ ἔσται ἐν ὑμῖν ἀλλ᾽ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν ἐσται διάκονος ὑμῶν

TR1550 44 καὶ ὃς ἂν θέλῃ ὑμῶν γενέσθαι πρῶτος ἔσται πάντων δοῦλος

TR1550 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν

TR1550 46 καὶ ἔρχονται εἰς ἰεριχώ καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ υἱὸς τιμαίου βαρτιμαῖος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδόν προσαιτῶν

TR1550 47 καὶ ἀκούσας ὅτι ἰησοῦς ὁ ναζωραῖος ἐστιν ἤρξατο κράζειν καὶ λέγειν ὁ ὑιὸς δαβὶδ ἰησοῦ ἐλέησόν με

TR1550 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν υἱὲ δαβίδ, ἐλέησόν με

TR1550 49 καὶ στὰς ὁ ἰησοῦς εἶπεν αὐτόν φωνηθῆναι καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ φάρσει ἔγειραι, φωνεῖ σε

TR1550 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθεν πρὸς τὸν ἰησοῦν

TR1550 51 καὶ ἀποκριθεὶς λὲγει αὐτῷ ὁ ἰησοῦς τί θέλεις ποιήσω σοι ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ ῥαββονί ἵνα ἀναβλέψω

TR1550 52 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ ὕπαγε ἡ πίστις σου σέσωκέν σε καὶ εὐθὲως ἀνέβλεψεν καὶ ἠκολούθει τῷ ἰησοῦ ἐν τῇ ὁδῷ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées