Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 11

TR1550 1 καὶ ὅτε ἐγγίζουσιν εἰς ἰερουσαλήμ εἰς βηθφαγὴ καὶ βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ

TR1550 2 καὶ λέγει αὐτοῖς ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθὲως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικεν λύσαντες αὐτὸν ἀγάγετε

TR1550 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τί ποιεῖτε τοῦτο εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει καὶ εὐθὲως αὐτὸν ἀποστελεῖ ὧδε

TR1550 4 ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν

TR1550 5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς τί ποιεῖτε λύοντες τὸν πῶλον

TR1550 6 οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ ἰησοῦς καὶ ἀφῆκαν αὐτούς

TR1550 7 καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν ἰησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν καὶ ἐκάθισεν ἐπ᾽ αὐτῷ

TR1550 8 πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν

TR1550 9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, ησαννά εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου

TR1550 10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι κυρίου, τοῦ πατρὸς ἡμῶν δαβίδ ησαννὰ ἐν τοῖς ὑψίστοις

TR1550 11 καὶ εἰσῆλθεν εἰς ἱεροσόλυμα ὁ ἰησοῦς, καὶ εἰς τὸ ἱερόν καὶ περιβλεψάμενος πάντα ὀψίας ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς βηθανίαν μετὰ τῶν δώδεκα

TR1550 12 καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ βηθανίας ἐπείνασεν

TR1550 13 καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα οὐ γὰρ ἦν καιρὸς σύκων

TR1550 14 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτῇ μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ

TR1550 15 καὶ ἔρχονται εἰς ἱεροσόλυμα καὶ εἰσελθὼν ὁ ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν

TR1550 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ

TR1550 17 καὶ ἐδίδασκεν λέγων αὐτοῖς, οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν ὑμεῖς δὲ εποιήσατε αὐτὸν σπήλαιον λῃστῶν

TR1550 18 καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν ἐφοβοῦντο γὰρ αὐτόν ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ

TR1550 19 καὶ ὅτε ὀψὲ ἐγένετο ἐξεπορεύετο ἔξω τῆς πόλεως

TR1550 20 καὶ πρωῒ παραπορευόμενοι εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν

TR1550 21 καὶ ἀναμνησθεὶς ὁ πέτρος λέγει αὐτῷ ῥαββί ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται

TR1550 22 καὶ ἀποκριθεὶς ἰησοῦς λέγει αὐτοῖς ἕχετε πίστιν θεοῦ

TR1550 23 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγεῖ γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ

TR1550 24 διὰ τοῦτο λέγω ὑμῖν πάντα ὅσα ἄν προσεύχομενοι αἰτεῖσθε πιστεύετε ὅτι λαμβάνετέ καὶ ἔσται ὑμῖν

TR1550 25 καὶ ὅταν στήκητε προσευχόμενοι ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν

TR1550 26 εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδε ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφησεὶ τὰ παραπτώματα ὑμῶν

TR1550 27 καὶ ἔρχονται πάλιν εἰς ἱεροσόλυμα καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι

TR1550 28 καὶ λέγουσιν αὐτῷ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς

TR1550 29 ὁ δὲ ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ ἀποκρίθητέ μοι καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ

TR1550 30 τὸ βάπτισμα ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων ἀποκρίθητέ μοι

TR1550 31 καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ διὰτί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ

TR1550 32 ἀλλ᾽ ἐὰν εἴπωμεν ἐξ ἀνθρώπων ἐφοβοῦντο τὸν λαόν ἅπαντες γὰρ εἶχον τὸν ἰωάννην ὅτι ὄντως προφήτης ἦν

TR1550 33 καὶ ἀποκριθέντες λέγουσιν τῷ ἰησοῦ οὐκ οἴδαμεν καὶ ὁ ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées