Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 12

TR1550 1 καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγεῖν, ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν

TR1550 2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος

TR1550 3 οἱ δὲ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν

TR1550 4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτίμωμένον

TR1550 5 καὶ πάλιν ἄλλον ἀπέστειλεν κἀκεῖνον ἀπέκτειναν καὶ πολλοὺς ἄλλους τοὓς μὲν δέροντες τοὺς δὲ ἀποκτείνοντες

TR1550 6 ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ ἀπέστειλεν καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου

TR1550 7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς ὅτι οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτόν καὶ ἡμῶν ἔσται ἡ κληρονομία

TR1550 8 καὶ λαβόντες αὐτόν ἀπέκτειναν καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος

TR1550 9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις

TR1550 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας

TR1550 11 παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν

TR1550 12 καὶ ἐζήτουν αὐτὸν κρατῆσαι καὶ ἐφοβήθησαν τὸν ὄχλον ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν καὶ ἀφέντες αὐτὸν ἀπῆλθον

TR1550 13 καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν φαρισαίων καὶ τῶν ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ

TR1550 14 οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις ἔξεστιν κῆνσον καίσαρι δοῦναι ἢ οὔ

TR1550 15 δῶμεν ἥ μή δῶμεν ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς τί με πειράζετε φέρετέ μοι δηνάριον ἵνα ἴδω

TR1550 16 οἱ δὲ ἤνεγκαν καὶ λέγει αὐτοῖς τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή οἱ δὲ εἶπον αὐτῷ καίσαρος

TR1550 17 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς ἀπόδοτε τὰ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ καὶ ἐθαύμασαν ἐπ᾽ αὐτῷ

TR1550 18 καὶ ἔρχονται σαδδουκαῖοι πρὸς αὐτόν οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες

TR1550 19 διδάσκαλε μωσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ

TR1550 20 ἑπτὰ ἀδελφοὶ ἦσαν καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα

TR1550 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν καὶ ἀπέθανεν καὶ οὐδὲ αὐτὸς ἀφῆκεν σπέρμα καὶ ὁ τρίτος ὡσαύτως

TR1550 22 καὶ ἔλαβον αὐτὴν οἱ ἑπτὰ καὶ οὐκ ἀφῆκαν σπέρμα ἔσχατη πάντων ἀπέθανεν καὶ ἡ γυνὴ

TR1550 23 ἐν τῇ οὖν ἀναστάσει ὅταν ἀναστῶσιν τίνος αὐτῶν ἔσται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα

TR1550 24 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ

TR1550 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς

TR1550 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ μωσέως, ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ ὁ θεὸς λέγων, ἐγὼ ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ

TR1550 27 οὐκ ἔστιν ὁ θεὸς νεκρῶν ἀλλὰ φεὸς ζώντων ὑμεῖς οὖν πολὺ πλανᾶσθε

TR1550 28 καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη ἐπηρώτησεν αὐτόν ποία ἐστὶν πρώτη πασῶν ἐντολὴ

TR1550 29 ὁ δὲ ἰησοῦς ἀπεκρίθη αὐτῷ, ὅτι πρώτη πασῶν τῶν ἐντολῶν, ἄκουε ἰσραήλ κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστίν

TR1550 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου αὕτη πρώτη ἐντολή

TR1550 31 καὶ δευτέρα ὁμοία, αὕτη ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν

TR1550 32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς καλῶς διδάσκαλε ἐπ᾽ ἀληθείας εἶπας, ὅτι εἷς ἐστιν φεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ

TR1550 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ τῶν θυσιῶν

TR1550 34 καὶ ὁ ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι

TR1550 35 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς ἐστιν δαβίδ

TR1550 36 αὐτὸς γὰρ δαβὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου

TR1550 37 αὐτὸς οὖν δαβὶδ λέγει αὐτὸν κύριον καὶ πόθεν υἱός αὐτοῦ ἐστιν καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως

TR1550 38 καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς

TR1550 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις

TR1550 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι οὗτοι λήψονται περισσότερον κρίμα

TR1550 41 καὶ καθίσας ὁ ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά

TR1550 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο ὅ ἐστιν κοδράντης

TR1550 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκεν τῶν βαλόντων εἰς τὸ γαζοφυλάκιον

TR1550 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν ὅλον τὸν βίον αὐτῆς

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées