Comparer
Marc 15TR1550 1 καὶ εὐθὲως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ πιλάτῳ
TR1550 2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ πιλᾶτος σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ σὺ λέγεις
TR1550 3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά
TR1550 4 ὁ δὲ πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτὸν λέγων, οὐκ ἀποκρίνῃ οὐδέν ἴδε πόσα σου καταμαρτυροῦσιν
TR1550 5 ὁ δὲ ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν πιλᾶτον
TR1550 6 κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὅνπερ ἠτοῦντο
TR1550 7 ἦν δὲ ὁ λεγόμενος βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν
TR1550 8 καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεί ἐποίει αὐτοῖς
TR1550 9 ὁ δὲ πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, φέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων
TR1550 10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς
TR1550 11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν βαραββᾶν ἀπολύσῃ αὐτοῖς
TR1550 12 ὁ δὲ πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν ἰουδαίων
TR1550 13 οἱ δὲ πάλιν ἔκραξαν σταύρωσον αὐτόν
TR1550 14 ὁ δὲ πιλᾶτος ἔλεγεν αὐτοῖς τί γὰρ κακόν ἐποίησεν οἱ δὲ περισσοτέρως ἔκραξαν σταύρωσον αὐτόν
TR1550 15 ὁ δὲ πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν βαραββᾶν καὶ παρέδωκεν τὸν ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ
TR1550 16 οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς ὅ ἐστιν πραιτώριον καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν
TR1550 17 καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον
TR1550 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν χαῖρε βασιλεῦ τῶν ἰουδαίων
TR1550 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ
TR1550 20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν
TR1550 21 καὶ ἀγγαρεύουσιν παράγοντά τινα σίμωνα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ τὸν πατέρα ἀλεξάνδρου καὶ ῥούφου ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
TR1550 22 καὶ φέρουσιν αὐτὸν ἐπὶ γολγοθᾶ τόπον ὅ ἐστιν μεθερμηνευόμενον κρανίου τόπος
TR1550 23 καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον ὁ δὲ οὐκ ἔλαβεν
TR1550 24 καὶ σταυρώσαντες αὐτὸν διεμερίζον τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ τίς τί ἄρῃ
TR1550 25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν
TR1550 26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη ὁ βασιλεὺς τῶν ἰουδαίων
TR1550 27 καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ
TR1550 28 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, καὶ μετὰ ἀνόμων ἐλογίσθη
TR1550 29 καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν
TR1550 30 σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ
TR1550 31 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι
TR1550 32 ὁ χριστὸς ὁ βασιλεὺς τοῦ ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ ἵνα ἴδωμεν καὶ πιστεύσωμεν καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν
TR1550 33 γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης
TR1550 34 καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ ἐβόησεν ὁ ἰησοῦς φωνῇ μεγάλῃ λέγων, ελωι ελωι λαμμᾶ σαβαχθανι ὅ ἐστιν μεθερμηνευόμενον ὁ θεός μου ὁ θεός μου εἰς τί με ἐγκατέλιπές
TR1550 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον ἰδού, ἠλίαν φωνεῖ
TR1550 36 δραμὼν δέ εἶς καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς τε καλάμῳ ἐπότιζεν αὐτόν λέγων, ἄφετε ἴδωμεν εἰ ἔρχεται ἠλίας καθελεῖν αὐτόν
TR1550 37 ὁ δὲ ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν
TR1550 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω
TR1550 39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως κράξας ἐξέπνευσεν εἶπεν ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν θεοῦ
TR1550 40 ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι ἐν αἷς ἦν καὶ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ τοῦ ἰακώβου τοῦ μικροῦ καὶ ἰωσῆ μήτηρ καὶ σαλώμη
TR1550 41 αἳ καὶ ὅτε ἦν ἐν τῇ γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ καὶ, ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς ἱεροσόλυμα
TR1550 42 καὶ ἤδη ὀψίας γενομένης ἐπεὶ ἦν παρασκευή ὅ ἐστιν προσάββατον
TR1550 43 ἦλθεν ἰωσὴφ ὁ ἀπὸ ἁριμαθαίας εὐσχήμων βουλευτής ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ τολμήσας εἰσῆλθεν πρὸς πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ
TR1550 44 ὁ δὲ πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν
TR1550 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ ἰωσήφ
TR1550 46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου
TR1550 47 ἡ δὲ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἰωσῆ ἐθεώρουν ποῦ τίθεται
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées