Comparer
Marc 3TR1550 1 καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα
TR1550 2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ
TR1550 3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα ἐγεῖραι εἰς τὸ μέσον
TR1550 4 καὶ λέγει αὐτοῖς ἕξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι οἱ δὲ ἐσιώπων
TR1550 5 καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ ἕκτεινον τὴν χεῖρα σου καὶ ἐξέτεινεν καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη
TR1550 6 καὶ ἐξελθόντες οἱ φαρισαῖοι εὐθὲως μετὰ τῶν ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν
TR1550 7 καὶ ὁ ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν καὶ πολὺ πλῆθος ἀπὸ τῆς γαλιλαίας ἠκολούθησαν αὐτῶ, καὶ ἀπὸ τῆς ἰουδαίας
TR1550 8 καὶ ἀπὸ ἱεροσολύμων καὶ ἀπὸ τῆς ἰδουμαίας καὶ πέραν τοῦ ἰορδάνου καὶ οἱ περὶ τύρον καὶ σιδῶνα πλῆθος πολύ ἀκούσαντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν
TR1550 9 καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν
TR1550 10 πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας
TR1550 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ καὶ ἔκραζεν λέγοντα, ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ
TR1550 12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν
TR1550 13 καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός καὶ ἀπῆλθον πρὸς αὐτόν
TR1550 14 καὶ ἐποίησεν δώδεκα ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
TR1550 15 καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια
TR1550 16 καὶ ἐπέθηκεν τῷ σίμωνι ὄνομα πέτρον
TR1550 17 καὶ ἰάκωβον τὸν τοῦ ξεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν τοῦ ἰακώβου καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα βοανεργές ὅ ἐστιν υἱοὶ βροντῆς
TR1550 18 καὶ ἀνδρέαν καὶ φίλιππον καὶ βαρθολομαῖον καὶ ματθαῖον, καὶ φωμᾶν καὶ ἰάκωβον τὸν τοῦ ἁλφαίου καὶ φαδδαῖον καὶ σίμωνα τὸν κανανίτην,
TR1550 19 καὶ ἰούδαν ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν καὶ ἔρχονται εἴς οἶκον
TR1550 20 καὶ συνέρχεται πάλιν ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν
TR1550 21 καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη
TR1550 22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
TR1550 23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν
TR1550 24 καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη
TR1550 25 καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη
TR1550 26 καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμερίσται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει
TR1550 27 οὐ δύναται οὐδεὶς τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει
TR1550 28 ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν
TR1550 29 ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως,
TR1550 30 ὅτι ἔλεγον πνεῦμα ἀκάθαρτον ἔχει
TR1550 31 ἔρχονται οῦν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν
TR1550 32 καὶ ἐκάθητο ὄχλος περὶ αὐτὸν εἶπον δὲ αὐτῷ ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε
TR1550 33 καὶ ἀπεκριθη αὐτοῖς λέγων, τίς ἐστιν ἡ μήτηρ μου ἡ οἱ ἀδελφοί μου
TR1550 34 καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου
TR1550 35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ οὗτος ἀδελφός μου καὶ ἀδελφὴ μου καὶ μήτηρ ἐστίν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées