Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 4

TR1550 1 καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν

TR1550 2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ

TR1550 3 ἀκούετε ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι

TR1550 4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτό

TR1550 5 ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθὲως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς

TR1550 6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη

TR1550 7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπὸν οὐκ ἔδωκεν

TR1550 8 καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόντα, καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν

TR1550 9 καὶ ἔλεγεν αὐτοῖς, ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω

TR1550 10 ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν

TR1550 11 καὶ ἔλεγεν αὐτοῖς ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται

TR1550 12 ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα

TR1550 13 καὶ λέγει αὐτοῖς οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε

TR1550 14 ὁ σπείρων τὸν λόγον σπείρει

TR1550 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὲως ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν

TR1550 16 καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὲως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν

TR1550 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὲως σκανδαλίζονται

TR1550 18 καὶ οὗτοί εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι οὑτοί εἰσιν οἱ τὸν λόγον ἀκούοντες

TR1550 19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται

TR1550 20 καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν

TR1550 21 καὶ ἔλεγεν αὐτοῖς μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ

TR1550 22 οὐ γάρ ἐστιν τί κρυπτὸν ὁ ἐὰν μὴ φανερωθῇ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα εἰς φανερόν ἔλθῃ

TR1550 23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω

TR1550 24 καὶ ἔλεγεν αὐτοῖς βλέπετε τί ἀκούετε ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν

TR1550 25 ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ καὶ ὃς οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ

TR1550 26 καὶ ἔλεγεν οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἐάν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς

TR1550 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός

TR1550 28 αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ

TR1550 29 ὅταν δὲ παραδῷ ὁ καρπός εὐθέως ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός

TR1550 30 καὶ ἔλεγεν τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἢ ἐν ποὶα παραβολῇ παραβάλωμεν αὐτὴν

TR1550 31 ὡς κόκκῳ σινάπεως ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς μικρότερος πάντων τῶν σπερμάτων ἐστὶν τῶν ἐπὶ τῆς γῆς

TR1550 32 καὶ ὅταν σπαρῇ ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζων καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν

TR1550 33 καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν

TR1550 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς κατ᾽ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυεν πάντα

TR1550 35 καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης διέλθωμεν εἰς τὸ πέραν

TR1550 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾽ αὐτοῦ

TR1550 37 καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε αὐτό ἤδη γεμίζεσθαι

TR1550 38 καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα

TR1550 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ σιώπα πεφίμωσο καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη

TR1550 40 καὶ εἶπεν αὐτοῖς τί δειλοί ἐστε οὕτως πῶς οὐκ ἔχετε πίστιν

TR1550 41 καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées