Comparer
Marc 5:1-20TR1550 1 καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν γαδαρηνῶν
TR1550 2 καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου εὐθὲως ἀπήντησεν αὐτῶ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ
TR1550 3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμείοις καὶ οὒτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι
TR1550 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι καὶ οὐδεὶς αὐτὸν ἴσχυεν δαμάσαι
TR1550 5 καὶ διαπαντός νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις
TR1550 6 ἰδὼν δὲ τὸν ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ
TR1550 7 καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν τί ἐμοὶ καὶ σοί ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ὁρκίζω σε τὸν θεόν μή με βασανίσῃς
TR1550 8 ἔλεγεν γὰρ αὐτῷ ἕξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου
TR1550 9 καὶ ἐπηρώτα αὐτόν τί σοι ὄνομά καὶ ἀπεκρίθη λέγων, λεγεὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν
TR1550 10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας
TR1550 11 ἦν δὲ ἐκεῖ πρὸς τὰ ὄρη ἀγέλη χοίρων μεγάλη βοσκομένη
TR1550 12 καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες πέμψον ἡμᾶς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν
TR1550 13 καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ ἰησοῦς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ἦσαν δὲ ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ
TR1550 14 οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀνήγγειλάν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός
TR1550 15 καὶ ἔρχονται πρὸς τὸν ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα τὸν ἐσχηκότα τὸν λεγεῶνα καὶ ἐφοβήθησαν
TR1550 16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων
TR1550 17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν
TR1550 18 καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ᾽ αὐτοῦ
TR1550 19 ὁ δὲ ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν ἀλλὰ λέγει αὐτῷ ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ κύριός ἐποίησεν καὶ ἠλέησέν σε
TR1550 20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ ἰησοῦς καὶ πάντες ἐθαύμαζον
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées