Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 9:2-9

TR1550 2 καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ ἰησοῦς τὸν πέτρον καὶ τὸν ἰάκωβον καὶ τὸν ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν

TR1550 3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν ὡς χιὼν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι

TR1550 4 καὶ ὤφθη αὐτοῖς ἠλίας σὺν μωσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ ἰησοῦ

TR1550 5 καὶ ἀποκριθεὶς ὁ πέτρος λέγει τῷ ἰησοῦ ῥαββί καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν σκηνάς τρεῖς σοὶ μίαν καὶ μωσεῖ μίαν καὶ ἠλίᾳ μίαν

TR1550 6 οὐ γὰρ ᾔδει τί λαλήσῃ ἦσαν γὰρ ἔκφοβοι

TR1550 7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς καὶ ἦλθεν φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός αὐτοῦ ἀκούετε

TR1550 8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν

TR1550 9 καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées