Comparer
Marc 9TR1550 1 καὶ ἔλεγεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει
TR1550 2 καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ ἰησοῦς τὸν πέτρον καὶ τὸν ἰάκωβον καὶ τὸν ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν
TR1550 3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν ὡς χιὼν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι
TR1550 4 καὶ ὤφθη αὐτοῖς ἠλίας σὺν μωσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ ἰησοῦ
TR1550 5 καὶ ἀποκριθεὶς ὁ πέτρος λέγει τῷ ἰησοῦ ῥαββί καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν σκηνάς τρεῖς σοὶ μίαν καὶ μωσεῖ μίαν καὶ ἠλίᾳ μίαν
TR1550 6 οὐ γὰρ ᾔδει τί λαλήσῃ ἦσαν γὰρ ἔκφοβοι
TR1550 7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς καὶ ἦλθεν φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός αὐτοῦ ἀκούετε
TR1550 8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν
TR1550 9 καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ
TR1550 10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι
TR1550 11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι ἠλίαν δεῖ ἐλθεῖν πρῶτον
TR1550 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾳ πάντα καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενώθη
TR1550 13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ἠλίας ἐλήλυθεν καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελησαν, καθὼς γέγραπται ἐπ᾽ αὐτόν
TR1550 14 καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς
TR1550 15 καὶ εὐθὲως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν
TR1550 16 καὶ ἐπηρώτησεν τοῦς γραμματεῖς, τί συζητεῖτε πρὸς αὐτούς
TR1550 17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν διδάσκαλε ἤνεγκα τὸν υἱόν μου πρὸς σέ ἔχοντα πνεῦμα ἄλαλον
TR1550 18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν
TR1550 19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει ὦ γενεὰ ἄπιστος ἕως πότε πρὸς ὑμᾶς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμῶν φέρετε αὐτὸν πρός με
TR1550 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν καὶ ἰδὼν αὐτὸν εὐθὲως τὸ πνεῦμα εσπάραξεν αὐτόν καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων
TR1550 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ ὁ δὲ εἶπεν παιδιόθεν
TR1550 22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν ἀλλ᾽ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς
TR1550 23 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι
TR1550 24 καὶ εὐθὲως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγεν πιστεύω κύριε βοήθει μου τῇ ἀπιστίᾳ
TR1550 25 ἰδὼν δὲ ὁ ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν ἐγὼ σοι ἐπιτάσσω ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν
TR1550 26 καὶ κράξαν, καὶ πολλὰ σπαράξαν αὐτὸν, ἐξῆλθεν καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν
TR1550 27 ὁ δὲ ἰησοῦς κρατήσας αὐτόν τῆς χειρὸς ἤγειρεν αὐτὸν καὶ ἀνέστη
TR1550 28 καὶ εἰσελθόντα αὐτόν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
TR1550 29 καὶ εἶπεν αὐτοῖς τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ
TR1550 30 καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς γαλιλαίας καὶ οὐκ ἤθελεν ἵνα τις γνῶ
TR1550 31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται
TR1550 32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι
TR1550 33 καὶ ἦλθεν εἰς καπερναούμ καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε
TR1550 34 οἱ δὲ ἐσιώπων πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων
TR1550 35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος
TR1550 36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς
TR1550 37 ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἐὰν ἐμὲ δέξηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με
TR1550 38 ἀπεκρίθη δὲ αὐτῷ ὁ ἰωάννης λέγων, διδάσκαλε εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν
TR1550 39 ὁ δὲ ἰησοῦς εἶπεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με
TR1550 40 ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν
TR1550 41 ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματι μου, ὅτι χριστοῦ ἐστε ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ
TR1550 42 καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λὶθος μύλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν
TR1550 43 καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου ἀπόκοψον αὐτήν καλόν σοι ἐστίν κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον
TR1550 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται
TR1550 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε ἀπόκοψον αὐτόν καλόν ἐστίν σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον,
TR1550 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται
TR1550 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε ἔκβαλε αὐτόν καλόν σοι ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς,
TR1550 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται
TR1550 49 πᾶς γὰρ πυρὶ ἁλισθήσεται καὶ πᾶσα θυσία ἀλὶ ἁλισθήσεται,
TR1550 50 καλὸν τὸ ἅλας ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται ἐν τίνι αὐτὸ ἀρτύσετε ἔχετε ἐν ἑαυτοῖς ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées