Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 10

TR1550 1 καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν

TR1550 2 τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα πρῶτος σίμων ὁ λεγόμενος πέτρος καὶ ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ ἰάκωβος ὁ τοῦ ζεβεδαίου καὶ ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ

TR1550 3 φίλιππος καὶ βαρθολομαῖος φωμᾶς καὶ ματθαῖος ὁ τελώνης ἰάκωβος ὁ τοῦ ἁλφαίου καὶ λεββαῖος ὁ ἐπικληθεὶς φαδδαῖος

TR1550 4 σίμων ὁ κανανίτης καὶ ἰούδας ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν

TR1550 5 τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ἰησοῦς παραγγείλας αὐτοῖς λέγων εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν σαμαρειτῶν μὴ εἰσέλθητε

TR1550 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ

TR1550 7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν

TR1550 8 ἀσθενοῦντας θεραπεύετε λεπροὺς καθαρίζετε νεκροὺς ἐγείρετε δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε δωρεὰν δότε

TR1550 9 μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν

TR1550 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν

TR1550 11 εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε

TR1550 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν

TR1550 13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν ἐὰν δὲ μὴ ᾖ ἀξία ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω

TR1550 14 καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν

TR1550 15 ἀμὴν λέγω ὑμῖν ἀνεκτότερον ἔσται γῇ σοδόμων καὶ γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ

TR1550 16 ἰδού ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί

TR1550 17 προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς

TR1550 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν

TR1550 19 ὅταν δὲ παραδιδῶσιν ὑμᾶς μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε

TR1550 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν

TR1550 21 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς

TR1550 22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται

TR1550 23 ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ φεύγετε εἰς τὴν ἄλλην ἀμὴν γὰρ λέγω ὑμῖν οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου

TR1550 24 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ

TR1550 25 ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐκάλεσαν πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ

TR1550 26 μὴ οὖν φοβηθῆτε αὐτούς οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται

TR1550 27 ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί καὶ ὃ εἰς τὸ οὖς ἀκούετε κηρύξατε ἐπὶ τῶν δωμάτων

TR1550 28 καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι φοβηθήτε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ

TR1550 29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν

TR1550 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν

TR1550 31 μὴ οὖν φοβηθῆτε πολλῶν στρουθίων διαφέρετε ὑμεῖς

TR1550 32 πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς

TR1550 33 ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς

TR1550 34 μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν

TR1550 35 ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς

TR1550 36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ

TR1550 37 ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος

TR1550 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος

TR1550 39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν

TR1550 40 ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με

TR1550 41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται

TR1550 42 καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées