Comparer
Matthieu 11TR1550 1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν
TR1550 2 ὁ δὲ ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ πέμψας δύο τῶν μαθητῶν αὐτοῦ
TR1550 3 εἶπεν αὐτῷ σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν
TR1550 4 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς πορευθέντες ἀπαγγείλατε ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε
TR1550 5 τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται
TR1550 6 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
TR1550 7 τούτων δὲ πορευομένων ἤρξατο ὁ ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ ἰωάννου τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον
TR1550 8 ἀλλὰ τί ἐξήλθετε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον ἰδού οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν
TR1550 9 ἀλλὰ τί ἐξήλθετε ἰδεῖν προφήτην ναί λέγω ὑμῖν καὶ περισσότερον προφήτου
TR1550 10 οὗτός γὰρ ἐστιν περὶ οὗ γέγραπται ἰδού ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
TR1550 11 ἀμὴν λέγω ὑμῖν οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων ἰωάννου τοῦ βαπτιστοῦ ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν
TR1550 12 ἀπὸ δὲ τῶν ἡμερῶν ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν
TR1550 13 πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως ἰωάννου προεφήτευσαν
TR1550 14 καὶ εἰ θέλετε δέξασθαι αὐτός ἐστιν ἠλίας ὁ μέλλων ἔρχεσθαι
TR1550 15 ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω
TR1550 16 τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην ὁμοία ἐστὶν παιδαρίοις ἐν ἀγοραῖς καθημένοις καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν
TR1550 17 καὶ λέγουσιν ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε
TR1550 18 ἦλθεν γὰρ ἰωάννης μήτε ἐσθίων μήτε πίνων καὶ λέγουσιν δαιμόνιον ἔχει
TR1550 19 ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγουσιν ἰδού ἄνθρωπος φάγος καὶ οἰνοπότης τελωνῶν φίλος καὶ ἁμαρτωλῶν καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς
TR1550 20 τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ ὅτι οὖ μετενόησαν
TR1550 21 οὐαί σοι χοραζίν οὐαί σοι βηθσαϊδάν ὅτι εἰ ἐν τύρῳ καὶ σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν
TR1550 22 πλὴν λέγω ὑμῖν τύρῳ καὶ σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν
TR1550 23 καὶ σύ καπερναούμ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα ἕως ᾅδου καταβιβασθήσῃ ὅτι εἰ ἐν σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί ἔμειναν ἂν μέχρι τῆς σήμερον
TR1550 24 πλὴν λέγω ὑμῖν ὅτι γῇ σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί
TR1550 25 ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι απέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις
TR1550 26 ναί ὁ πατήρ ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου
TR1550 27 πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι
TR1550 28 δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς
TR1550 29 ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν
TR1550 30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées