Comparer
Matthieu 14TR1550 1 ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν ἰησοῦ
TR1550 2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ οὗτός ἐστιν ἰωάννης ὁ βαπτιστής αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ
TR1550 3 ὁ γὰρ ἡρῴδης κρατήσας τὸν ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ ἡρῳδιάδα τὴν γυναῖκα φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ
TR1550 4 ἔλεγεν γὰρ αὐτῷ ὁ ἰωάννης οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν
TR1550 5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον ὅτι ὡς προφήτην αὐτὸν εἶχον
TR1550 6 γενεσίων δὲ ἀγομένων τοῦ ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ ἡρῴδῃ
TR1550 7 ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται
TR1550 8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς δός μοι φησίν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν ἰωάννου τοῦ βαπτιστοῦ
TR1550 9 καὶ ἐλυπηθη ὁ βασιλεὺς διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι
TR1550 10 καὶ πέμψας ἀπεκεφάλισεν τὸν ἰωάννην ἐν τῇ φυλακῇ
TR1550 11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς
TR1550 12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό καὶ ἐλθόντες ἀπήγγειλαν τῷ ἰησοῦ
TR1550 13 καὶ ἀκούσας ὁ ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων
TR1550 14 καὶ ἐξελθὼν ὁ ἰησοῦς εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτούς καὶ ἐθεράπευσεν τοὺς ἀῤῥώστους αὐτῶν
TR1550 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες ἕρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν ἀπόλυσον τοὺς ὄχλους ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα
TR1550 16 ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς οὐ χρείαν ἔχουσιν ἀπελθεῖν δότε αὐτοῖς ὑμεῖς φαγεῖν
TR1550 17 οἱ δὲ λέγουσιν αὐτῷ οὐκ ἔχομεν ὧδε εἶ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας
TR1550 18 ὁ δὲ εἰπεν φέρετέ μοι αὐτοὺς ὧδε
TR1550 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις
TR1550 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις
TR1550 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων
TR1550 22 καὶ εὐθέως ἠνάγκασεν ὁ ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους
TR1550 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ
TR1550 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν βασανιζόμενον ὑπὸ τῶν κυμάτων ἦν γὰρ ἐναντίος ὁ ἄνεμος
TR1550 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν πρὸς αὐτοὺς ὁ ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης
TR1550 26 καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θαλάσσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν
TR1550 27 εὐθὲως δὲ ἐλάλησεν αὐτοῖς ὁ ἰησοῦς λέγων φαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε
TR1550 28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ πέτρος εἰπεν κύριε εἰ σὺ εἶ κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα
TR1550 29 ὁ δὲ εἶπεν ἐλθέ καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν ἰησοῦν
TR1550 30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων κύριε σῶσόν με
TR1550 31 εὐθέως δὲ ὁ ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ ὀλιγόπιστε εἰς τί ἐδίστασας
TR1550 32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος
TR1550 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες ἀληθῶς θεοῦ υἱὸς εἶ
TR1550 34 καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν γεννησαρέτ
TR1550 35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας
TR1550 36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ ὅσοι ἥψαντο διεσώθησαν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées