Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 15

TR1550 1 τότε προσέρχονται τῷ ἰησοῦ οἱ ἀπὸ ἱεροσολύμων γραμματεῖς καὶ φαρισαῖοι λέγοντες

TR1550 2 διατί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν

TR1550 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν

TR1550 4 ὁ γὰρ θεὸς ἐνετείλατο λέγων τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα καί ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω

TR1550 5 ὑμεῖς δὲ λέγετε ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς

TR1550 6 καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν

TR1550 7 ὑποκριταί καλῶς προεφήτευσεν περὶ ὑμῶν ἠσαΐας λέγων

TR1550 8 ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσίν με τιμᾷ ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ

TR1550 9 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων

TR1550 10 καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς ἀκούετε καὶ συνίετε

TR1550 11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον

TR1550 12 τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ οἶδας ὅτι οἱ φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν

TR1550 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται

TR1550 14 ἄφετε αὐτούς ὁδηγοί εἰσιν τυφλοί τυφλῶν τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται

TR1550 15 ἀποκριθεὶς δὲ ὁ πέτρος εἰπεν αὐτῷ φράσον ἡμῖν τὴν παραβολὴν ταύτην

TR1550 16 ὁ δὲ ἰησοῦς εἶπεν ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε

TR1550 17 οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται

TR1550 18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον

TR1550 19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί φόνοι μοιχεῖαι πορνεῖαι κλοπαί ψευδομαρτυρίαι βλασφημίαι

TR1550 20 ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον

TR1550 21 καὶ ἐξελθὼν ἐκεῖθεν ὁ ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη τύρου καὶ σιδῶνος

TR1550 22 καὶ ἰδού γυνὴ χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραύγασεν αὐτῷ λέγουσα ἐλέησόν με κύριε υἱὲ δαβίδ ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται

TR1550 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες ἀπόλυσον αὐτήν ὅτι κράζει ὄπισθεν ἡμῶν

TR1550 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ

TR1550 25 ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα κύριε βοήθει μοι

TR1550 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις

TR1550 27 ἡ δὲ εἶπεν ναί κύριε καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν

TR1550 28 τότε ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτῇ ὦ γύναι μεγάλη σου ἡ πίστις γενηθήτω σοι ὡς θέλεις καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης

TR1550 29 καὶ μεταβὰς ἐκεῖθεν ὁ ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς γαλιλαίας καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ

TR1550 30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾽ ἑαυτῶν χωλούς τυφλούς κωφούς κυλλούς καὶ ἑτέρους πολλούς καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ ἰησοῦ καὶ ἐθεράπευσεν αὐτούς

TR1550 31 ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας κυλλοὺς ὑγιεῖς χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας καὶ ἐδόξασαν τὸν θεὸν ἰσραήλ

TR1550 32 ὁ δὲ ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ

TR1550 33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί αὐτοῦ πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον

TR1550 34 καὶ λέγει αὐτοῖς ὁ ἰησοῦς πόσους ἄρτους ἔχετε οἱ δὲ εἶπον ἑπτά καὶ ὀλίγα ἰχθύδια

TR1550 35 καὶ ἐκέλευσεν τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν

TR1550 36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν τοῖς μαθηταῖς αὐτοῦ οἱ δὲ μαθηταὶ τῷ ὄχλῷ

TR1550 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις

TR1550 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων

TR1550 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια μαγδαλά

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées