Comparer
Matthieu 17:15-21TR1550 15 κύριε ἐλέησόν μου τὸν υἱόν ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ
TR1550 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι
TR1550 17 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι μεθ᾽ ὑμῶν ἕως πότε ἀνέξομαι ὑμῶν φέρετέ μοι αὐτὸν ὧδε
TR1550 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ ἰησοῦς καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης
TR1550 19 τότε προσελθόντες οἱ μαθηταὶ τῷ ἰησοῦ κατ᾽ ἰδίαν εἶπον διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
TR1550 20 ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς διὰ τὴν ἀπιστίαν ὑμῶν ἀμὴν γὰρ λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι ἔντεῦθεν ἐκεῖ καὶ μεταβήσεται καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν
TR1550 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées