Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 2

TR1550 1 τοῦ δὲ ἰησοῦ γεννηθέντος ἐν βηθλεὲμ τῆς ἰουδαίας ἐν ἡμέραις ἡρώδου τοῦ βασιλέως ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ἱεροσόλυμα

TR1550 2 λέγοντες ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ἰουδαίων εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ

TR1550 3 ἀκούσας δὲ ἡρώδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα ἱεροσόλυμα μετ᾽ αὐτοῦ

TR1550 4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται

TR1550 5 οἱ δὲ εἶπον αὐτῷ ἐν βηθλεὲμ τῆς ἰουδαίας οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου

TR1550 6 καὶ σὺ βηθλεὲμ γῆ ἰούδα οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ἰούδα ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ἰσραήλ

TR1550 7 τότε ἡρώδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος

TR1550 8 καὶ πέμψας αὐτοὺς εἰς βηθλεὲμ εἶπεν πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ

TR1550 9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον

TR1550 10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα

TR1550 11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εὗρον τὸ παιδίον μετὰ μαρίας τῆς μητρὸς αὐτοῦ καὶ πεσόντες προσεκύνησαν αὐτῷ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὑτῶν προσήνεγκαν αὐτῷ δῶρα χρυσὸν καὶ λίβανον καὶ σμύρναν

TR1550 12 καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς ἡρώδην δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὑτῶν

TR1550 13 ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ ἰωσὴφ λέγων ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοί μέλλει γὰρ ἡρώδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό

TR1550 14 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς αἴγυπτον

TR1550 15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ἡρώδου ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος ἐξ αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου

TR1550 16 τότε ἡρώδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν βηθλεὲμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων

TR1550 17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ ἰερεμίου τοῦ προφήτου λέγοντος

TR1550 18 φωνὴ ἐν ῥαμᾶ ἠκούσθη θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολὺς ῥαχὴλ κλαίουσα τὰ τέκνα αὑτῆς καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν

TR1550 19 τελευτήσαντος δὲ τοῦ ἡρώδου ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ φαίνεται τῷ ἰωσὴφ ἐν αἰγύπτῳ

TR1550 20 λέγων ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ἰσραήλ τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου

TR1550 21 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν ἰσραήλ

TR1550 22 ἀκούσας δὲ ὅτι ἀρχέλαος βασιλεύει ἐπὶ τῆς ἰουδαίας ἀντὶ ἡρώδου τοῦ πατρὸς αὐτοῦ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν χρηματισθεὶς δὲ κατ᾽ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς γαλιλαίας

TR1550 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην ναζαρὲτ ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι ναζωραῖος κληθήσεται

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées