Comparer
Matthieu 20TR1550 1 ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ
TR1550 2 συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ
TR1550 3 καὶ ἐξελθὼν περὶ τὴν τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς
TR1550 4 κἀκείνοις εἶπεν ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν οἵ δέ ἀπῆλθόν
TR1550 5 πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐννάτην ὥραν ἐποίησεν ὡσαύτως
TR1550 6 περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς καὶ λέγει αὖτοῖς τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί
TR1550 7 λέγουσιν αὐτῷ ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο λέγει αὐτοῖς ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ὁ ἐὰν ᾖ δίκαιον λήψεσθε
TR1550 8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων
TR1550 9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον
TR1550 10 ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖονα λήψονται καὶ ἔλαβον καὶ αὐτοί ἀνὰ δηνάριον
TR1550 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
TR1550 12 λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα
TR1550 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν ἑταῖρε οὐκ ἀδικῶ σε οὐχὶ δηναρίου συνεφώνησάς μοι
TR1550 14 ἆρον τὸ σὸν καὶ ὕπαγε θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί
TR1550 15 ἢ οὐκ ἔξεστίν μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι
TR1550 16 οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί
TR1550 17 καὶ ἀναβαίνων ὁ ἰησοῦς εἰς ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς
TR1550 18 ἰδού ἀναβαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ
TR1550 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται
TR1550 20 τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾽ αὐτοῦ
TR1550 21 ὁ δὲ εἶπεν αὐτῇ τί θέλεις λέγει αὐτῷ εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ σου
TR1550 22 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν καὶ τὸ βάπτισμα ὁ ἐγὼ βαπτίζομαι βαπτισθῆναι λέγουσιν αὐτῷ δυνάμεθα
TR1550 23 καὶ λέγει αὐτοῖς τὸ μὲν ποτήριόν μου πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου
TR1550 24 καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν
TR1550 25 ὁ δὲ ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν
TR1550 26 οὐχ οὕτως δέ ἔσται ἐν ὑμῖν ἀλλ᾽ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔστω ὑμῶν διάκονος
TR1550 27 καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔστω ὑμῶν δοῦλος
TR1550 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
TR1550 29 καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς
TR1550 30 καὶ ἰδού δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ἀκούσαντες ὅτι ἰησοῦς παράγει ἔκραξαν λέγοντες ἐλέησον ἡμᾶς κύριε υἱὸς δαβίδ
TR1550 31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν οἱ δὲ μεῖζον ἔκραζον λέγοντες ἐλέησον ἡμᾶς κύριε υἱὸς δαβίδ
TR1550 32 καὶ στὰς ὁ ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν τί θέλετε ποιήσω ὑμῖν
TR1550 33 λέγουσιν αὐτῷ κύριε ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί
TR1550 34 σπλαγχνισθεὶς δὲ ὁ ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἠκολούθησαν αὐτῷ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées