Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 21

TR1550 1 καὶ ὅτε ἤγγισαν εἰς ἱεροσόλυμα καὶ ἦλθον εἰς βηθφαγὴ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν τότε ὁ ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς

TR1550 2 λέγων αὐτοῖς πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς λύσαντες ἀγάγετέ μοι

TR1550 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει εὐθέως δὲ ἀποστελεῖ αὐτούς

TR1550 4 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος

TR1550 5 εἴπατε τῇ θυγατρὶ σιών ἰδού ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου

TR1550 6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ ἰησοῦς

TR1550 7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν

TR1550 8 ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ

TR1550 9 οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες ησαννὰ τῷ υἱῷ δαβίδ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου ησαννὰ ἐν τοῖς ὑψίστοις

TR1550 10 καὶ εἰσελθόντος αὐτοῦ εἰς ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα τίς ἐστιν οὗτος

TR1550 11 οἱ δὲ ὄχλοι ἔλεγον οὗτός ἐστιν ἰησοῦς ὁ προφήτης ὁ ἀπὸ ναζαρὲτ τῆς γαλιλαίας

TR1550 12 καὶ εἰσῆλθεν ὁ ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς

TR1550 13 καὶ λέγει αὐτοῖς γέγραπται ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν

TR1550 14 καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς

TR1550 15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας ησαννὰ τῷ υἱῷ δαβίδ ἠγανάκτησαν

TR1550 16 καὶ εἶπον αὐτῷ ἀκούεις τί οὗτοι λέγουσιν ὁ δὲ ἰησοῦς λέγει αὐτοῖς ναί οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον

TR1550 17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ

TR1550 18 πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν

TR1550 19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἠλθεν ἐπ᾽ αὐτήν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτῇ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ

TR1550 20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ

TR1550 21 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν γενήσεται

TR1550 22 καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήψεσθε

TR1550 23 καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην

TR1550 24 ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ

TR1550 25 τὸ βάπτισμα ἰωάννου πόθεν ἦν ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων οἱ δὲ διελογίζοντο παρ᾽ ἑαυτοῖς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ ἡμῖν διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ

TR1550 26 ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων φοβούμεθα τὸν ὄχλον πάντες γὰρ ἔχουσιν τὸν ἰωάννην ὡς προφήτην

TR1550 27 καὶ ἀποκριθέντες τῷ ἰησοῦ εἶπον οὐκ οἴδαμεν ἔφη αὐτοῖς καὶ αὐτός οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ

TR1550 28 τί δὲ ὑμῖν δοκεῖ ἄνθρωπος εἶχεν τέκνα δύο καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν τέκνον ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι μου

TR1550 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν

TR1550 30 καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως ὁ δὲ ἀποκριθεὶς εἶπεν ἐγώ κύριε καὶ οὐκ ἀπῆλθεν

TR1550 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός λέγουσιν αὐτῷ ὁ πρῶτος λέγει αὐτοῖς ὁ ἰησοῦς ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ

TR1550 32 ἦλθεν γὰρ πρὸς ὑμᾶς ἰωάννης ἐν ὁδῷ δικαιοσύνης καὶ οὐκ ἐπιστεύσατε αὐτῷ οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ

TR1550 33 ἄλλην παραβολὴν ἀκούσατε ἄνθρωπος τις ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν

TR1550 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ

TR1550 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν ὃν δὲ ἀπέκτειναν ὃν δὲ ἐλιθοβόλησαν

TR1550 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως

TR1550 37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων ἐντραπήσονται τὸν υἱόν μου

TR1550 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ

TR1550 39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν

TR1550 40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις

TR1550 41 λέγουσιν αὐτῷ κακοὺς κακῶς ἀπολέσει αὐτούς καὶ τὸν ἀμπελῶνα ἐκδόσεται ἄλλοις γεωργοῖς οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν

TR1550 42 λέγει αὐτοῖς ὁ ἰησοῦς οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν

TR1550 43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς

TR1550 44 καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν

TR1550 45 καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει

TR1550 46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées